5.111 βασιλέα μὲν καὶ στρατηγὸν χρεὸν εἶναι φημὶ βασιλέι τε καὶ στρατηγῷ προσφέρεσθαι . ἤν τε γὰρ κατέλῃς ἄνδρα στρατηγόν , μέγα τοι γίνεται , καὶ δεύτερα , ἢν σὲ ἐκεῖνος , τὸ μὴ γένοιτο , ὑπὸ ἀξιοχρέου καὶ ἀποθανεῖν ἡμίσεα συμφορή · ἡμέας δὲ τοὺς ὑπηρέτας ἑτέροισί τε ὑπηρέτῃσι προσφέρεσθαι καὶ πρὸς ἵππον · τοῦ σὺ τὰς μηχανὰς μηδὲν φοβηθῇς · ἐγὼ γάρ τοι ὑποδέκομαι μή μιν ἀνδρὸς ἔτι γε μηδενὸς στήσεσθαι ἐναντίον . ʹ
5.112 ταῦτα εἶπε , καὶ μεταυτίκα συνέμισγε τὰ στρατόπεδα πεζῇ καὶ νηυσί . νηυσὶ μέν νυν Ἴωνες ἄκροι γενόμενοι ταύτην τὴν ἡμέρην ὑπερεβάλοντο τοὺς Φοίνικας , καὶ τούτων Σάμιοι ἠρίστευσαν · πεζῇ δέ , ὡς συνῆλθε τὰ στρατόπεδα , συμπεσόντα ἐμάχοντο . κατὰ δὲ τοὺς στρατηγοὺς ἀμφοτέρους τάδε ἐγίνετο · ὡς προσεφέρετο πρὸς τὸν Ὀνήσιλον Ἀρτύβιος ἐπὶ τοῦ ἵππου κατήμενος , Ὀνήσιλος κατὰ τὰ συνεθήκατο τῷ ὑπασπιστῇ παίει προσφερόμενον αὐτὸν τὸν Ἀρτύβιον · ἐπιβαλόντος δὲ τοῦ ἵππου τοὺς πόδας ἐπὶ τὴν Ὀνησίλου ἀσπίδα , ἐνθαῦτα Κὰρ δρεπάνῳ πλήξας ἀπαράσσει τοῦ ἵππου τοὺς πόδας .
5.113 Ἀρτύβιος μὲν δὴ στρατηγὸς τῶν Περσέων ὁμοῦ τῷ ἵππῳ πίπτει αὐτοῦ ταύτῃ . μαχομένων δὲ καὶ τῶν ἄλλων , Στησήνωρ τύραννος ἐὼν Κουρίου προδιδοῖ ἔχων δύναμιν ἀνδρῶν περὶ ἑωυτὸν οὐ σμικρήν . οἱ δὲ Κουριέες οὗτοι λέγονται εἶναι Ἀργείων ἄποικοι . προδόντων δὲ τῶν Κουριέων αὐτίκα καὶ τὰ Σαλαμινίων πολεμιστήρια ἅρματα τὠυτὸ τοῖσι Κουριεῦσι ἐποίεε . γινομένων δὲ τούτων κατυπέρτεροι ἦσαν οἱ Πέρσαι τῶν Κυπρίων .