5.113 τετραμμένου δὲ τοῦ στρατοπέδου ἄλλοι τε ἔπεσον πολλοὶ καὶ δὴ καὶ Ὀνήσιλός τε Χέρσιος , ὅς περ τὴν Κυπρίων ἀπόστασιν ἔπρηξε , καὶ Σολίων βασιλεὺς Ἀριστόκυπρος Φιλοκύπρου , Φιλοκύπρου δὲ τούτου τὸν Σόλων Ἀθηναῖος ἀπικόμενος ἐς Κύπρον ἐν ἔπεσι αἴνεσε τυράννων μάλιστα .
5.114 Ὀνησίλου μέν νυν Ἀμαθούσιοι , ὅτι σφέας ἐπολιόρκησε , ἀποταμόντες τὴν κεφαλὴν ἐκόμισαν ἐς Ἀμαθοῦντα καί μιν ἀνεκρέμασαν ὑπὲρ τῶν πυλέων · κρεμαμένης δὲ τῆς κεφαλῆς καὶ ἤδη ἐούσης κοίλης , ἐσμὸς μελισσέων ἐσδὺς ἐς αὐτὴν κηρίων μιν ἐνέπλησε . τούτου δὲ γενομένου τοιούτου , ἐχρέωντο γὰρ περὶ αὐτῆς οἱ Ἀμαθούσιοι , ἐμαντεύθη σφι τὴν μὲν κεφαλὴν κατελόντας θάψαι , Ὀνησίλῳ δὲ θύειν ὡς ἥρωϊ ἀνὰ πᾶν ἔτος , καί σφι ποιεῦσι ταῦτα ἄμεινον συνοίσεσθαι .
5.115 Ἀμαθούσιοι μέν νυν ἐποίευν ταῦτα καὶ τὸ μέχρι ἐμεῦ · Ἴωνες δὲ οἱ ἐν Κύπρῳ ναυμαχήσαντες ἐπείτε ἔμαθον τὰ πρήγματα τὰ Ὀνησίλου διεφθαρμένα καὶ τὰς πόλις τῶν Κυπρίων πολιορκευμένας τὰς ἄλλας πλὴν Σαλαμῖνος , ταύτην δὲ Γόργῳ τῷ προτέρῳ βασιλέι τοὺς Σαλαμινίους παραδόντας , αὐτίκα μαθόντες οἱ Ἴωνες ταῦτα ἀπέπλεον ἐς τὴν Ἰωνίην . τῶν δὲ ἐν Κύπρῳ πολίων ἀντέσχε χρόνον ἐπὶ πλεῖστον πολιορκευμένη Σόλοι , τὴν πέριξ ὑπορύσσοντες τὸ τεῖχος πέμπτῳ μηνὶ εἷλον οἱ Πέρσαι .