5.109 εἶπαν Ἴωνες πρὸς ταῦτα ʹ ἡμέας δὲ ἀπέπεμψε τὸ κοινὸν τῶν Ἰώνων φυλάξοντας τὴν θάλασσαν , ἀλλ’ οὐκ ἵνα Κυπρίοισι τὰς νέας παραδόντες αὐτοὶ πεζῇ Πέρσῃσι προσφερώμεθα . ἡμεῖς μέν νυν ἐπ’ οὗ ἐτάχθημεν , ταύτῃ πειρησόμεθα εἶναι χρηστοί · ὑμέας δὲ χρεόν ἐστι ἀναμνησθέντας οἶα ἐπάσχετε δουλεύοντες πρὸς τῶν Μήδων , γίνεσθαι ἄνδρας ἀγαθούς . ʹ
5.110 Ἴωνες μὲν τούτοισι ἀμείψαντο · μετὰ δε ἡκόντων ἐς τὸ πεδίον τὸ Σαλαμινίων τῶν Περσέων , διέτασσον οἱ βασιλέες τῶν Κυπρίων , τοὺς μὲν ἄλλους Κυπρίους κατὰ τοὺς ἄλλους στρατιώτας ἀντιτάσσοντες , Σαλαμινίων δὲ καὶ Σολίων ἀπολέξαντες τὸ ἄριστον ἀντέτασσον Πέρσῃσι · Ἀρτυβίῳ δὲ τῷ στρατηγῷ τῶν Περσέων ἐθελοντὴς ἀντετάσσετο Ὀνήσιλος .
5.111 ἤλαυνε δὲ ἵππον Ἀρτύβιος δεδιδαγμένον πρὸς ὁπλίτην ἵστασθαι ὀρθόν . πυθόμενος ὦν ταῦτα Ὀνήσιλος , ἦν γάρ οἱ ὑπασπιστὴς γένος μὲν Κὰρ τὰ δὲ πολέμια κάρτα δόκιμος καὶ ἄλλως λήματος πλέος , εἶπε πρὸς τοῦτον ʹ πυνθάνομαι τὸν Ἀρτυβίου ἵππον ἱστάμενον ὀρθὸν καὶ ποσὶ καὶ στόματι κατεργάζεσθαι πρὸς τὸν ἂν προσενειχθῇ · σὺ ὦν βουλευσάμενος εἰπὲ αὐτίκα ὁκότερον βούλεαι φυλάξας πλῆξαι , εἴτε τὸν ἵππον εἴτε αὐτὸν Ἀρτύβιον . ʹ εἶπε πρὸς ταῦτα ὀπάων αὐτοῦ ʹ βασιλεῦ , ἕτοιμος μὲν ἐγώ εἰμι ποιέειν καὶ ἀμφότερα καὶ τὸ ἕτερον αὐτῶν , καὶ πάντως τὸ ἂν σὺ ἐπιτάσσῃς · ὡς μέντοι ἔμοιγε δοκέει εἶναι τοῖσι σοῖσι πρήγμασι προσφερέστερον , φράσω .