5.105 Ὀνήσιλος μέν νυν ἐπολιόρκεε Ἀμαθοῦντα . βασιλέι δὲ Δαρείῳ ὡς ἐξαγγέλθη Σάρδις ἁλούσας ἐμπεπρῆσθαι ὑπό τε Ἀθηναίων καὶ Ἰώνων , τὸν δὲ ἡγεμόνα γενέσθαι τῆς συλλογῆς ὥστε ταῦτα συνυφανθῆναι τὸν Μιλήσιον Ἀρισταγόρην , πρῶτα μὲν λέγεται αὐτόν , ὡς ἐπύθετο ταῦτα , Ἰώνων οὐδένα λόγον ποιησάμενον , εὖ εἰδότα ὡς οὗτοί γε οὐ καταπροΐξονται ἀποστάντες , εἰρέσθαι οἵτινες εἶεν οἱ Ἀθηναῖοι , μετὰ δὲ πυθόμενον αἰτῆσαι τὸ τόξον , λαβόντα δὲ καὶ ἐπιθέντα δὲ ὀιστὸν ἄνω πρὸς τὸν οὐρανὸν ἀπεῖναι , καί μιν ἐς τὸν ἠέρα βάλλοντα εἰπεῖν ʹ Ζεῦ , ἐκγενέσθαι μοι Ἀθηναίους τίσασθαι , ʹ εἴπαντα δὲ ταῦτα προστάξαι ἑνὶ τῶν θεραπόντων δείπνου προκειμένου αὐτῷ ἐς τρὶς ἑκάστοτε εἰπεῖν ʹ δέσποτα , μέμνεο τῶν Ἀθηναίων . ʹ
5.106 προστάξας δὲ ταῦτα εἶπε , καλέσας ἐς ὄψιν Ἱστιαῖον τὸν Μιλήσιον , τὸν Δαρεῖος κατεῖχε χρόνον ἤδη πολλόν , ʹ πυνθάνομαι Ἱστιαῖε ἐπίτροπον τὸν σόν , τῷ σὺ Μίλητον ἐπέτρεψας , νεώτερα ἐς ἐμὲ πεποιηκέναι πρήγματα · ἄνδρας γάρ μοι ἐκ τῆς ἑτέρης ἠπείρου ἐπαγαγών , καὶ Ἴωνας σὺν αὐτοῖσι τοὺς δώσοντας ἐμοὶ δίκην τῶν ἐποίησαν , τούτους ἀναγνώσας ἅμα ἐκείνοισι ἕπεσθαι , Σαρδίων με ἀπεστέρησε . νῦν ὦν κῶς τοι ταῦτα φαίνεται ἔχειν καλῶς ; κῶς δὲ ἄνευ τῶν σῶν βουλευμάτων τούτων τι ἐπρήχθη ; ὅρα μὴ ἐξ ὑστέρης σεωυτὸν ἐν αἰτίῃ σχῇς . ʹ