5.103 τότε μὲν δὴ οὕτω ἠγωνίσαντο . μετὰ δὲ Ἀθηναῖοι μὲν τὸ παράπαν ἀπολιπόντες τοὺς Ἴωνας , ἐπικαλεομένου σφέας πολλὰ δι’ ἀγγέλων Ἀρισταγόρεω , οὐκ ἔφασαν τιμωρήσειν σφι · Ἴωνες δὲ τῆς Ἀθηναίων συμμαχίης στερηθέντες , οὕτω γάρ σφι ὑπῆρχε πεποιημένα ἐς Δαρεῖον , οὐδὲν δὴ ἧσσον τὸν πρὸς βασιλέα πόλεμον ἐσκευάζοντο . πλώσαντες δὲ ἐς τὸν Ἑλλήσποντον Βυζάντιόν τε καὶ τὰς ἄλλας πόλιας πάσας τὰς ταύτῃ ὑπ’ ἑωυτοῖσι ἐποιήσαντο , ἐκπλώσαντές τε ἔξω τὸν Ἑλλήσποντον Καρίης τὴν πολλὴν προσεκτήσαντο σφίσι σύμμαχον εἶναι · καὶ γὰρ τὴν Καῦνον πρότερον οὐ βουλομένην συμμαχέειν , ὡς ἐνέπρησαν τὰς Σάρδις , τότε σφι καὶ αὕτη προσεγένετο .
5.104 Κύπριοι δὲ ἐθελονταί σφι πάντες προσεγένοντο πλὴν Ἀμαθουσίων · ἀπέστησαν γὰρ καὶ οὗτοι ὧδε ἀπὸ Μήδων . Ὀνήσιλος Γόργου μὲν τοῦ Σαλαμινίων βασιλέος ἀδελφεὸς νεώτερος , Χέρσιος δὲ τοῦ Σιρώμου τοῦ Εὐέλθοντος παῖς . οὗτος ὡνὴρ πολλάκις μὲν καὶ πρότερον τὸν Γόργον παρηγορέετο ἀπίστασθαι ἀπὸ βασιλέος , τότε δέ , ὡς καὶ τοὺς Ἴωνας ἐπύθετο ἀπεστάναι , πάγχυ ἐπικείμενος ἐνῆγε · ὡς δὲ οὐκ ἔπειθε τὸν Γόργον , ἐνθαῦτά μιν φυλάξας ἐξελθόντα τὸ ἄστυ τὸ Σαλαμινίων Ὀνήσιλος ἅμα τοῖσι ἑωυτοῦ στασιώτῃσι ἀπεκλήισε τῶν πυλέων . Γόργος μὲν δὴ στερηθεὶς τῆς πόλιος ἔφευγε ἐς Μήδους , Ὀνήσιλος δὲ ἦρχε Σαλαμῖνος καὶ ἀνέπειθε πάντας Κυπρίους συναπίστασθαι . τοὺς μὲν δὴ ἄλλους ἀνέπεισε , Ἀμαθουσίους δὲ οὐ βουλομένους οἱ πείθεσθαι ἐπολιόρκεε προσκατήμενος .