5.106 εἶπε πρὸς ταῦτα Ἱστιαῖος ʹ βασιλεῦ , κοῖον ἐφθέγξαο ἔπος , ἐμὲ βουλεῦσαι πρῆγμα ἐκ τοῦ σοί τι μέγα σμικρὸν ἔμελλε λυπηρὸν ἀνασχήσειν ; τί δ’ ἂν ἐπιδιζήμενος ποιέοιμι ταῦτα , τεῦ δὲ ἐνδεὴς ἐών ; τῷ πάρα μὲν πάντα ὅσα περ σοί , πάντων δὲ πρὸς σέο βουλευμάτων ἐπακούειν ἀξιοῦμαι . ἀλλ’ εἴ περ τι τοιοῦτον οἷον σὺ εἴρηκας πρήσσει ἐμὸς ἐπίτροπος , ἴσθι αὐτὸν ἐπ’ ἑωυτοῦ βαλόμενον πεποιηκέναι . ἀρχὴν δὲ ἔγωγε οὐδὲ ἐνδέκομαι τὸν λόγον , ὅκως τι Μιλήσιοι καὶ ἐμὸς ἐπίτροπος νεώτερον πρήσσουσι περὶ πρήγματα τὰ σά . εἰ δ’ ἄρα τι τοιοῦτο ποιεῦσι καὶ σὺ τὸ ἐὸν ἀκήκοας βασιλεῦ , μάθε οἷον πρῆγμα ἐργάσαο ἐμὲ ἀπὸ θαλάσσης ἀνάσπαστον ποιήσας . Ἴωνες γὰρ οἴκασι ἐμεῦ ἐξ ὀφθαλμῶν σφι γενομένου ποιῆσαι τῶν πάλαι ἵμερον εἶχον · ἐμέο δ’ ἂν ἐόντος ἐν Ἰωνίῃ οὐδεμία πόλις ὑπεκίνησε . νῦν ὦν ὡς τάχος ἄπες με πορευθῆναι ἐς Ἰωνίην , ἵνα τοι κεῖνά τε πάντα καταρτίσω ἐς τὠυτὸ καὶ τὸν Μιλήτου ἐπίτροπον τοῦτον τὸν ταῦτα μηχανησάμενον ἐγχειρίθετον παραδῶ . ταῦτα δὲ κατὰ νόον τὸν σὸν ποιήσας , θεοὺς ἐπόμνυμι τοὺς βασιληίους μὴ μὲν πρότερον ἐκδύσασθαι τὸν ἔχων κιθῶνα καταβήσομαι ἐς Ἰωνίην , πρὶν ἄν τοι Σαρδὼ νῆσον τὴν μεγίστην δασμοφόρον ποιήσω . ʹ
5.107 Ἱστιαῖος μὲν λέγων ταῦτα διέβαλλε , Δαρεῖος δὲ ἐπείθετο καί μιν ἀπίει , ἐντειλάμενος , ἐπεὰν τὰ ὑπέσχετό οἱ ἐπιτελέα ποιήσῃ , παραγίνεσθαί οἱ ὀπίσω ἐς τὰ Σοῦσα .