5.92B ταῦτα χρησθέντα τῷ Ἠετίωνι ἐξαγγέλλεταί κως τοῖσι Βακχιάδῃσι , τοῖσι τὸ μὲν πρότερον γενόμενον χρηστήριον ἐς Κόρινθον ἦν ἄσημον , φέρον τε ἐς τὠυτὸ καὶ τὸ τοῦ Ἠετίωνος καὶ λέγον ὧδε . ʹ αἰετὸς ἐν πέτρῃσι κύει , τέξει δὲ λέοντα | καρτερὸν ὠμηστήν · πολλῶν δ’ ὑπὸ γούνατα λύσει . | ταῦτά νυν εὖ φράζεσθε , Κορίνθιοι , οἳ περὶ καλήν | Πειρήνην οἰκεῖτε καὶ ὀφρυόεντα Κόρινθον . ʹ
5.92C τοῦτο μὲν δὴ τοῖσι Βακχιάδῃσι πρότερον γενόμενον ἦν ἀτέκμαρτον · τότε δὲ τὸ Ἠετίωνι γενόμενον ὡς ἐπύθοντο , αὐτίκα καὶ τὸ πρότερον συνῆκαν ἐὸν συνῳδὸν τῷ Ἠετίωνος . συνέντες δὲ καὶ τοῦτο εἶχον ἐν ἡσυχίῃ , ἐθέλοντες τὸν μέλλοντα Ἠετίωνι γίνεσθαι γόνον διαφθεῖραι . ὡς δ’ ἔτεκε γυνὴ τάχιστα , πέμπουσι σφέων αὐτῶν δέκα ἐς τὸν δῆμον ἐν τῷ κατοίκητο Ἠετίων ἀποκτενέοντας τὸ παιδίον . ἀπικόμενοι δὲ οὗτοι ἐς τὴν Πέτρην καὶ παρελθόντες ἐς τὴν αὐλὴν τὴν Ἠετίωνος αἴτεον τὸ παιδίον · δὲ Λάβδα εἰδυῖά τε οὐδὲν τῶν εἵνεκα ἐκεῖνοι ἀπικοίατο , καὶ δοκέουσα σφέας φιλοφροσύνης τοῦ πατρὸς εἵνεκα αἰτέειν , φέρουσα ἐνεχείρισε αὐτῶν ἑνί . τοῖσι δὲ ἄρα ἐβεβούλευτο κατ’ ὁδὸν τὸν πρῶτον αὐτῶν λαβόντα τὸ παιδίον προσουδίσαι . ἐπεὶ ὦν ἔδωκε φέρουσα Λάβδα , τὸν λαβόντα τῶν ἀνδρῶν θείῃ τύχῃ προσεγέλασε τὸ παιδίον , καὶ τὸν φρασθέντα τοῦτο οἶκτός τις ἴσχει ἀποκτεῖναι , κατοικτείρας δὲ παραδιδοῖ τῷ δευτέρῳ , δὲ τῷ τρίτῳ . οὕτω δὴ διεξῆλθε διὰ πάντων τῶν δέκα παραδιδόμενον , οὐδενὸς βουλομένου διεργάσασθαι .