5.92C ἀποδόντες ὦν ὀπίσω τῇ τεκούσῃ τὸ παιδίον καὶ ἐξελθόντες ἔξω , ἑστεῶτες ἐπὶ τῶν θυρέων ἀλλήλων ἅπτοντο καταιτιώμενοι , καὶ μάλιστα τοῦ πρώτου λαβόντος , ὅτι οὐκ ἐποίησε κατὰ τὰ δεδογμένα , ἐς δή σφι χρόνου ἐγγινομένου ἔδοξε αὖτις παρελθόντας πάντας τοῦ φόνου μετίσχειν .
5.92D ἔδει δὲ ἐκ τοῦ Ἠετίωνος γόνου Κορίνθῳ κακὰ ἀναβλαστεῖν . Λάβδα γὰρ πάντα ταῦτα ἤκουε ἑστεῶσα πρὸς αὐτῇσι τῇσι θύρῃσι · δείσασα δὲ μή σφι μεταδόξῃ καὶ τὸ δεύτερον λαβόντες τὸ παιδίον ἀποκτείνωσι , φέρουσα κατακρύπτει ἐς τὸ ἀφραστότατόν οἱ ἐφαίνετο εἶναι , ἐς κυψέλην , ἐπισταμένη ὡς εἰ ὑποστρέψαντες ἐς ζήτησιν ἀπικνεοίατο πάντα ἐρευνήσειν μέλλοιεν · τὰ δὴ καὶ ἐγίνετο . ἐλθοῦσι δὲ καὶ διζημένοισι αὐτοῖσι ὡς οὐκ ἐφαίνετο , ἐδόκεε ἀπαλλάσσεσθαι καὶ λέγειν πρὸς τοὺς ἀποπέμψαντας ὡς πάντα ποιήσειαν τὰ ἐκεῖνοι ἐνετείλαντο . οἳ μὲν δὴ ἀπελθόντες ἔλεγον ταῦτα .
5.92E Ἠετίωνι δὲ μετὰ ταῦτα παῖς ηὐξάνετο , καί οἱ διαφυγόντι τοῦτον τὸν κίνδυνον ἀπὸ τῆς κυψέλης ἐπωνυμίην Κύψελος οὔνομα ἐτέθη . ἀνδρωθέντι δὲ καὶ μαντευομένῳ Κυψέλῳ ἐγένετο ἀμφιδέξιον χρηστήριον ἐν Δελφοῖσι , τῷ πίσυνος γενόμενος ἐπεχείρησέ τε καὶ ἔσχε Κόρινθον . δὲ χρησμὸς ὅδε ἦν . ʹ ὄλβιος οὗτος ἀνὴρ ὃς ἐμὸν δόμον ἐσκαταβαίνει , | Κύψελος Ἠετίδης , βασιλεὺς κλειτοῖο Κορίνθου | αὐτὸς καὶ παῖδες , παίδων γε μὲν οὐκέτι παῖδες . ʹ τὸ μὲν δὴ χρηστήριον τοῦτο ἦν , τυραννεύσας δὲ Κύψελος τοιοῦτος δή τις ἀνὴρ ἐγένετο · πολλοὺς μὲν Κορινθίων ἐδίωξε , πολλοὺς δὲ χρημάτων ἀπεστέρησε , πολλῷ δέ τι πλείστους τῆς ψυχῆς .