5.92A εἰ γὰρ δὴ τοῦτό γε δοκέει ὑμῖν εἶναι χρηστὸν ὥστε τυραννεύεσθαι τὰς πόλις , αὐτοὶ πρῶτοι τύραννον καταστησάμενοι παρὰ σφίσι αὐτοῖσι οὕτω καὶ τοῖσι ἄλλοισι δίζησθε κατιστάναι · νῦν δὲ αὐτοὶ τυράννων ἄπειροι ἐόντες , καὶ φυλάσσοντες τοῦτο δεινότατα ἐν τῇ Σπάρτῃ μὴ γενέσθαι , παραχρᾶσθε ἐς τοὺς συμμάχους . εἰ δὲ αὐτοῦ ἔμπειροι ἔατε κατά περ ἡμεῖς , εἴχετε ἂν περὶ αὐτοῦ γνώμας ἀμείνονας συμβαλέσθαι περ νῦν .
5.92B Κορινθίοισι γὰρ ἦν πόλιος κατάστασις τοιήδε · ἦν ὀλιγαρχίη , καὶ οὗτοι Βακχιάδαι καλεόμενοι ἔνεμον τὴν πόλιν , ἐδίδοσαν δὲ καὶ ἤγοντο ἐξ ἀλλήλων . Ἀμφίονι δὲ ἐόντι τούτων τῶν ἀνδρῶν γίνεται θυγάτηρ χωλή · οὔνομα δέ οἱ ἦν Λάβδα . ταύτην Βακχιαδέων γὰρ οὐδεὶς ἤθελε γῆμαι , ἴσχει Ἠετίων Ἐχεκράτεος , δήμου μὲν ἐὼν ἐκ Πέτρης , ἀτὰρ τὰ ἀνέκαθεν Λαπίθης τε καὶ Καινείδης . ἐκ δέ οἱ ταύτης τῆς γυναικὸς οὐδ’ ἐξ ἄλλης παῖδες ἐγίνοντο . ἐστάλη ὦν ἐς Δελφοὺς περὶ γόνου . ἐσιόντα δὲ αὐτὸν ἰθέως Πυθίη προσαγορεύει τοῖσιδε τοῖσι ἔπεσι . ʹ Ἠετίων , οὔτις σε τίει πολύτιτον ἐόντα . | Λάβδα κύει , τέξει δ’ ὀλοοίτροχον · ἐν δὲ πεσεῖται | ἀνδράσι μουνάρχοισι , δικαιώσει δὲ Κόρινθον . ʹ