5.91 ἐπείτε δέ σφι Ἱππίης καλεόμενος ἧκε , μεταπεμψάμενοι καὶ τῶν ἄλλων συμμάχων ἀγγέλους ἔλεγόν σφι Σπαρτιῆται τάδε . ʹ ἄνδρες σύμμαχοι , συγγινώσκομεν αὐτοῖσι ἡμῖν οὐ ποιήσασι ὀρθῶς · ἐπαερθέντες γὰρ κιβδήλοισι μαντηίοισι ἄνδρας ξείνους ἐόντας ἡμῖν τὰ μάλιστα καὶ ἀναδεκομένους ὑποχειρίας παρέξειν τὰς Ἀθήνας , τούτους ἐκ τῆς πατρίδος ἐξηλάσαμεν , καὶ ἔπειτα ποιήσαντες ταῦτα δήμῳ ἀχαρίστῳ παρεδώκαμεν τὴν πόλιν · ὃς ἐπείτε δι’ ἡμέας ἐλευθερωθεὶς ἀνέκυψε , ἡμέας μὲν καὶ τὸν βασιλέα ἡμέων περιυβρίσας ἐξέβαλε , δόξαν δὲ φύσας αὐξάνεται , ὥστε ἐκμεμαθήκασι μάλιστα μὲν οἱ περίοικοι αὐτῶν Βοιωτοὶ καὶ Χαλκιδέες , τάχα δέ τις καὶ ἄλλος ἐκμαθήσεται ἁμαρτών . ἐπείτε δὲ ἐκεῖνα ποιήσαντες ἡμάρτομεν , νῦν πειρησόμεθα σφέας ἅμα ὑμῖν ἀπικόμενοι τίσασθαι · αὐτοῦ γὰρ τούτου εἵνεκεν τόνδε τε Ἱππίην μετεπεμψάμεθα καὶ ὑμέας ἀπὸ τῶν πολίων , ἵνα κοινῷ τε λόγῳ καὶ κοινῷ στόλῳ ἐσαγαγόντες αὐτὸν ἐς τὰς Ἀθήνας ἀποδῶμεν τὰ καὶ ἀπειλόμεθα . ʹ
5.92 οἳ μὲν ταῦτα ἔλεγον , τῶν δὲ συμμάχων τὸ πλῆθος οὐκ ἐνεδέκετο τοὺς λόγους . οἱ μέν νυν ἄλλοι ἡσυχίην ἦγον , Κορίνθιος δὲ Σωκλέης ἔλεξε τάδε .
5.92A ʹἦ δὴ τε οὐρανὸς ἔνερθε ἔσται τῆς γῆς καὶ γῆ μετέωρος ὑπὲρ τοῦ οὐρανοῦ , καὶ ἄνθρωποι νομὸν ἐν θαλάσσῃ ἕξουσι καὶ ἰχθύες τὸν πρότερον ἄνθρωποι , ὅτε γε ὑμεῖς Λακεδαιμόνιοι ἰσοκρατίας καταλύοντες τυραννίδας ἐς τὰς πόλις κατάγειν παρασκευάζεσθε , τοῦ οὔτε ἀδικώτερον ἐστὶ οὐδὲν κατ’ ἀνθρώπους οὔτε μιαιφονώτερον .