5.86 Ἀθηναίους μὲν δὴ ταῦτα ποιέειν · σφέας δὲ Αἰγινῆται λέγουσι πυθομένους τοὺς Ἀθηναίους ὡς μέλλοιεν ἐπὶ σφέας στρατεύεσθαι , ἑτοίμους Ἀργείους ποιέεσθαι . τούς τε δὴ Ἀθηναίους ἀποβεβάναι ἐς τὴν Αἰγιναίην , καὶ ἥκειν βοηθέοντας σφίσι τοὺς Ἀργείους καὶ λαθεῖν τε ἐξ Ἐπιδαύρου διαβάντας ἐς τὴν νῆσον καὶ οὐ προακηκοόσι τοῖσι Ἀθηναίοισι ἐπιπεσεῖν ὑποταμομένους τὸ ἀπὸ τῶν νεῶν , ἅμα τε ἐν τούτῳ τὴν βροντήν τε γενέσθαι καὶ τὸν σεισμὸν αὐτοῖσι .
5.87 λέγεται μέν νυν ὑπ’ Ἀργείων τε καὶ Αἰγινητέων τάδε , ὁμολογέεται δὲ καὶ ὑπ’ Ἀθηναίων ἕνα μοῦνον τὸν ἀποσωθέντα αὐτῶν ἐς τὴν Ἀττικὴν γενέσθαι · πλὴν Ἀργεῖοι μὲν λέγουσι αὐτῶν τὸ Ἀττικὸν στρατόπεδον διαφθειράντων τὸν ἕνα τοῦτον περιγενέσθαι , Ἀθηναῖοι δὲ τοῦ δαιμονίου · περιγενέσθαι μέντοι οὐδὲ τοῦτον τὸν ἕνα , ἀλλ’ ἀπολέσθαι τρόπῳ τοιῷδε . κομισθεὶς ἄρα ἐς τὰς Ἀθήνας ἀπήγγελλε τὸ πάθος · πυθομένας δὲ τὰς γυναῖκας τῶν ἐπ’ Αἴγιναν στρατευσαμένων ἀνδρῶν , δεινόν τι ποιησαμένας κεῖνον μοῦνον ἐξ ἁπάντων σωθῆναι , πέριξ τὸν ἄνθρωπον τοῦτον λαβούσας καὶ κεντεύσας τῇσι περόνῃσι τῶν ἱματίων εἰρωτᾶν ἑκάστην αὐτέων ὅκου εἴη ἑωυτῆς ἀνήρ . καὶ τοῦτον μὲν οὕτω διαφθαρῆναι , Ἀθηναίοισι δὲ ἔτι τοῦ πάθεος δεινότερόν τι δόξαι εἶναι τὸ τῶν γυναικῶν ἔργον . ἄλλῳ μὲν δὴ οὐκ ἔχειν ὅτεῳ ζημιώσωσι τὰς γυναῖκας , τὴν δὲ ἐσθῆτα μετέβαλον αὐτέων ἐς τὴν Ἰάδα · ἐφόρεον γὰρ δὴ πρὸ τοῦ αἱ τῶν Ἀθηναίων γυναῖκες ἐσθῆτα Δωρίδα , τῇ Κορινθίῃ παραπλησιωτάτην · μετέβαλον ὦν ἐς τὸν λίνεον κιθῶνα , ἵνα δὴ περόνῃσι μὴ χρέωνται .