5.88 ἔστι δὲ ἀληθέι λόγῳ χρεωμένοισι οὐκ Ἰὰς αὕτη ἐσθὴς τὸ παλαιὸν ἀλλὰ Κάειρα , ἐπεὶ γε Ἑλληνικὴ ἐσθὴς πᾶσα ἀρχαίη τῶν γυναικῶν αὐτὴ ἦν τὴν νῦν Δωρίδα καλέομεν . τοῖσι δὲ Ἀργείοισι καὶ τοῖσι Αἰγινήτῃσι καὶ πρὸς ταῦτα ἔτι τόδε ποιῆσαι νόμον εἶναι παρὰ σφίσι ἑκατέροισι τὰς περόνας ἡμιολίας ποιέεσθαι τοῦ τότε κατεστεῶτος μέτρου , καὶ ἐς τὸ ἱρὸν τῶν θεῶν τουτέων περόνας μάλιστα ἀνατιθέναι τὰς γυναῖκας , Ἀττικὸν δὲ μήτε τι ἄλλο προσφέρειν πρὸς τὸ ἱρὸν μήτε κέραμον , ἀλλ’ ἐκ χυτρίδων ἐπιχωριέων νόμον τὸ λοιπὸν αὐτόθι εἶναι πίνειν .
5.89 Ἀργείων μέν νυν καὶ Αἰγινητέων αἱ γυναῖκες ἐκ τόσου κατ’ ἔριν τὴν Ἀθηναίων περόνας ἔτι καὶ ἐς ἐμὲ ἐφόρεον μέζονας πρὸ τοῦ , τῆς δὲ ἔχθρης τῆς πρὸς Αἰγινήτας ἐξ Ἀθηναίων γενομένης ἀρχὴ κατὰ τὰ εἴρηται ἐγένετο . τότε δὲ Θηβαίων ἐπικαλεομένων , προθύμως τῶν περὶ τὰ ἀγάλματα γενομένων ἀναμιμνησκόμενοι οἱ Αἰγινῆται ἐβοήθεον τοῖσι Βοιωτοῖσι . Αἰγινῆταί τε δὴ ἐδηίουν τῆς Ἀττικῆς τὰ παραθαλάσσια , καὶ Ἀθηναίοισι ὁρμημένοισι ἐπ’ Αἰγινήτας στρατεύεσθαι ἦλθε μαντήιον ἐκ Δελφῶν , ἐπισχόντας ἀπὸ τοῦ Αἰγινητέων ἀδικίου τριήκοντα ἔτεα , τῷ ἑνὶ καὶ τριηκοστῷ Αἰακῷ τέμενος ἀποδέξαντας ἄρχεσθαι τοῦ πρὸς Αἰγινήτας πολέμου , καί σφι χωρήσειν τὰ βούλονται · ἢν δὲ αὐτίκα ἐπιστρατεύωνται , πολλὰ μὲν σφέας ἐν τῷ μεταξὺ τοῦ χρόνου πείσεσθαι πολλὰ δὲ καὶ ποιήσειν , τέλος μέντοι καταστρέψεσθαι .