5.85 οὐ δυναμένους δὲ τούτῳ τῷ τρόπῳ αὐτῶν κρατῆσαι , περιβαλόντας σχοινία ἕλκειν τὰ ἀγάλματα , καί σφι ἕλκουσι βροντήν τε καὶ ἅμα τῇ βροντῇ σεισμὸν ἐπιγενέσθαι · τοὺς δὲ τριηρίτας τοὺς ἕλκοντας ὑπὸ τούτων ἀλλοφρονῆσαι , παθόντας δὲ τοῦτο κτείνειν ἀλλήλους ἅτε πολεμίους , ἐς ἐκ πάντων ἕνα λειφθέντα ἀνακομισθῆναι αὐτὸν ἐς Φάληρον .
5.86 Ἀθηναῖοι μὲν οὕτω γενέσθαι λέγουσι , Αἰγινῆται δὲ οὐ μιῇ νηὶ ἀπικέσθαι Ἀθηναίους · μίαν μὲν γὰρ καὶ ὀλίγῳ πλεῦνας μιῆς , καὶ εἰ σφίσι μὴ ἔτυχον ἐοῦσαι νέες , ἀπαμύνεσθαι ἂν εὐπετέως · ἀλλὰ πολλῇσι νηυσὶ ἐπιπλέειν σφίσι ἐπὶ τὴν χώρην , αὐτοὶ δέ σφι εἶξαι καὶ οὐ ναυμαχῆσαι . οὐκ ἔχουσι δὲ τοῦτο διασημῆναι ἀτρεκέως , οὔτε εἰ ἥσσονες συγγινωσκόμενοι εἶναι τῇ ναυμαχίῃ κατὰ τοῦτο εἶξαν , οὔτε εἰ βουλόμενοι ποιῆσαι οἷόν τι καὶ ἐποίησαν . Ἀθηναίους μέν νυν , ἐπείτε σφι οὐδεὶς ἐς μάχην κατίστατο , ἀποβάντας ἀπὸ τῶν νεῶν τραπέσθαι πρὸς τὰ ἀγάλματα , οὐ δυναμένους δὲ ἀνασπάσαι ἐκ τῶν βάθρων αὐτὰ οὕτω δὴ περιβαλομένους σχοινία ἕλκειν , ἐς οὗ ἑλκόμενα τὰ ἀγάλματα ἀμφότερα τὠυτὸ ποιῆσαι , ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες , ἄλλῳ δὲ τεῷ · ἐς γούνατα γάρ σφι αὐτὰ πεσεῖν , καὶ τὸν ἀπὸ τούτου χρόνον διατελέειν οὕτω ἔχοντα .