5.68 ταῦτα μὲν ἐς Ἄδρηστόν οἱ ἐπεποίητο , φυλὰς δὲ τὰς Δωριέων , ἵνα δὴ μὴ αἱ αὐταὶ ἔωσι τοῖσι Σικυωνίοισι καὶ τοῖσι Ἀργείοισι , μετέβαλε ἐς ἄλλα οὐνόματα . ἔνθα καὶ πλεῖστον κατεγέλασε τῶν Σικυωνίων · ἐπὶ γὰρ ὑός τε καὶ ὄνου τὰς ἐπωνυμίας μετατιθεὶς αὐτὰ τὰ τελευταῖα ἐπέθηκε , πλὴν τῆς ἑωυτοῦ φυλῆς · ταύτῃ δὲ τὸ οὔνομα ἀπὸ τῆς ἑωυτοῦ ἀρχῆς ἔθετο . οὗτοι μὲν δὴ Ἀρχέλαοι ἐκαλέοντο , ἕτεροι δὲ Ὑᾶται , ἄλλοι δὲ Ὀνεᾶται , ἕτεροι δὲ Χοιρεᾶται . τούτοισι τοῖσι οὐνόμασι τῶν φυλέων ἐχρέωντο οἱ Σικυώνιοι καὶ ἐπὶ Κλεισθένεος ἄρχοντος καὶ ἐκείνου τεθνεῶτος ἔτι ἐπ’ ἔτεα ἑξήκοντα · μετέπειτα μέντοι λόγον σφίσι δόντες μετέβαλον ἐς τοὺς Ὑλλέας καὶ Παμφύλους καὶ Δυμανάτας , τετάρτους δὲ αὐτοῖσι προσέθεντο ἐπὶ τοῦ Ἀδρήστου παιδὸς Αἰγιαλέος τὴν ἐπωνυμίην ποιεύμενοι κεκλῆσθαι Αἰγιαλέας .
5.69 ταῦτα μέν νυν Σικυώνιος Κλεισθένης ἐπεποιήκεε · δὲ δὴ Ἀθηναῖος Κλεισθένης ἐὼν τοῦ Σικυωνίου τούτου θυγατριδέος καὶ τὸ οὔνομα ἐπὶ τούτου ἔχων , δοκέειν ἐμοὶ καὶ οὗτος ὑπεριδὼν Ἴωνας , ἵνα μὴ σφίσι αἱ αὐταὶ ἔωσι φυλαὶ καὶ Ἴωσι , τὸν ὁμώνυμον Κλεισθένεα ἐμιμήσατο . ὡς γὰρ δὴ τὸν Ἀθηναίων δῆμον πρότερον ἀπωσμένον τότε πάντων πρὸς τὴν ἑωυτοῦ μοῖραν προσεθήκατο , τὰς φυλὰς μετωνόμασε καὶ ἐποίησε πλεῦνας ἐξ ἐλασσόνων · δέκα τε δὴ φυλάρχους ἀντὶ τεσσέρων ἐποίησε , δέκαχα δὲ καὶ τοὺς δήμους κατένειμε ἐς τὰς φυλάς · ἦν τε τὸν δῆμον προσθέμενος πολλῷ κατύπερθε τῶν ἀντιστασιωτέων .