5.70 ἐν τῷ μέρεϊ δὲ ἑσσούμενος Ἰσαγόρης ἀντιτεχνᾶται τάδε · ἐπικαλέεται Κλεομένεα τὸν Λακεδαιμόνιον γενόμενον ἑωυτῷ ξεῖνον ἀπὸ τῆς Πεισιστρατιδέων πολιορκίης · τὸν δὲ Κλεομένεα εἶχε αἰτίη φοιτᾶν παρὰ τοῦ Ἰσαγόρεω τὴν γυναῖκα . τὰ μὲν δὴ πρῶτα πέμπων Κλεομένης ἐς τὰς Ἀθήνας κήρυκα ἐξέβαλλε Κλεισθένεα καὶ μετ’ αὐτοῦ ἄλλους πολλοὺς Ἀθηναίων , τοὺς ἐναγέας ἐπιλέγων · ταῦτα δὲ πέμπων ἔλεγε ἐκ διδαχῆς τοῦ Ἰσαγόρεω . οἱ μὲν γὰρ Ἀλκμεωνίδαι καὶ οἱ συστασιῶται αὐτῶν εἶχον αἰτίην τοῦ φόνου τούτου , αὐτὸς δὲ οὐ μετεῖχε οὐδ’ οἱ φίλοι αὐτοῦ .
5.71 οἱ δ’ ἐναγέες Ἀθηναίων ὧδε ὠνομάσθησαν . ἦν Κύλων τῶν Ἀθηναίων ἀνὴρ Ὀλυμπιονίκης · οὗτος ἐπὶ τυραννίδι ἐκόμησε , προσποιησάμενος δὲ ἑταιρηίην τῶν ἡλικιωτέων καταλαβεῖν τὴν ἀκρόπολιν ἐπειρήθη , οὐ δυνάμενος δὲ ἐπικρατῆσαι ἱκέτης ἵζετο πρὸς τὸ ἄγαλμα . τούτους ἀνιστᾶσι μὲν οἱ πρυτάνιες τῶν ναυκράρων , οἵ περ ἔνεμον τότε τὰς Ἀθήνας , ὑπεγγύους πλὴν θανάτου · φονεῦσαι δὲ αὐτοὺς αἰτίη ἔχει Ἀλκμεωνίδας . ταῦτα πρὸ τῆς Πεισιστράτου ἡλικίης ἐγένετο .
5.72 Κλεομένης δὲ ὡς πέμπων ἐξέβαλλε Κλεισθένεα καὶ τοὺς ἐναγέας , Κλεισθένης μὲν αὐτὸς ὑπεξέσχε , μετὰ δὲ οὐδὲν ἧσσον παρῆν ἐς τὰς Ἀθήνας Κλεομένης οὐ σὺν μεγάλῃ χειρί , ἀπικόμενος δὲ ἀγηλατέει ἑπτακόσια ἐπίστια Ἀθηναίων , τά οἱ ὑπέθετο Ἰσαγόρης . ταῦτα δὲ ποιήσας δεύτερα τὴν βουλὴν καταλύειν ἐπειρᾶτο , τριηκοσίοισι δὲ τοῖσι Ἰσαγόρεω στασιώτῃσι τὰς ἀρχὰς ἐνεχείριζε .