5.67 ἐλθὼν δὲ ἐς Δελφοὺς ἐχρηστηριάζετο εἰ ἐκβάλοι τὸν Ἄδρηστον · δὲ Πυθίη οἱ χρᾷ φᾶσα Ἄδρηστον μὲν εἶναι Σικυωνίων βασιλέα , κεῖνον δὲ λευστῆρα . ἐπεὶ δὲ θεὸς τοῦτό γε οὐ παρεδίδου , ἀπελθὼν ὀπίσω ἐφρόντιζε μηχανὴν τῇ αὐτὸς Ἄδρηστος ἀπαλλάξεται . ὡς δέ οἱ ἐξευρῆσθαι ἐδόκεε , πέμψας ἐς Θήβας τὰς Βοιωτίας ἔφη θέλειν ἐπαγαγέσθαι Μελάνιππον τὸν Ἀστακοῦ · οἱ δὲ Θηβαῖοι ἔδοσαν . ἐπαγαγόμενος δὲ Κλεισθένης τὸν Μελάνιππον τέμενός οἱ ἀπέδεξε ἐν αὐτῷ τῷ πρυτανηίῳ καί μιν ἵδρυσε ἐνθαῦτα ἐν τῷ ἰσχυροτάτῳ . ἐπηγάγετο δὲ τὸν Μελάνιππον Κλεισθένης ʹ καὶ γὰρ τοῦτο δεῖ ἀπηγήσασθαἰ ὡς ἔχθιστον ἐόντα Ἀδρήστῳ , ὃς τόν τε ἀδελφεόν οἱ Μηκιστέα ἀπεκτόνεε καὶ τὸν γαμβρὸν Τυδέα . ἐπείτε δέ οἱ τὸ τέμενος ἀπέδεξε , θυσίας τε καὶ ὁρτὰς Ἀδρήστου ἀπελόμενος ἔδωκε τῷ Μελανίππῳ . οἱ δὲ Σικυώνιοι ἐώθεσαν μεγαλωστὶ κάρτα τιμᾶν τὸν Ἄδρηστον · γὰρ χώρη ἦν αὕτη Πολύβου , δὲ Ἄδρηστος ἦν Πολύβου θυγατριδέος , ἄπαις δὲ Πόλυβος τελευτῶν διδοῖ Ἀδρήστῳ τὴν ἀρχήν . τά τε δὴ ἄλλα οἱ Σικυώνιοι ἐτίμων τὸν Ἄδρηστον καὶ δὴ πρὸς τὰ πάθεα αὐτοῦ τραγικοῖσι χοροῖσι ἐγέραιρον , τὸν μὲν Διόνυσον οὐ τιμῶντες , τὸν δὲ Ἄδρηστον . Κλεισθένης δὲ χοροὺς μὲν τῷ Διονύσῳ ἀπέδωκε , τὴν δὲ ἄλλην θυσίην Μελανίππῳ .