5.65 οὕτω μὲν Ἀθηναῖοι τυράννων ἀπαλλάχθησαν · ὅσα δὲ ἐλευθερωθέντες ἔρξαν ἔπαθον ἀξιόχρεα ἀπηγήσιος , πρὶν Ἰωνίην τε ἀποστῆναι ἀπὸ Δαρείου καὶ Ἀρισταγόρεα τὸν Μιλήσιον ἀπικόμενον ἐς Ἀθήνας χρηίσαι σφέων βοηθέειν , ταῦτα πρῶτα φράσω .
5.66 Ἀθῆναι , ἐοῦσαι καὶ πρὶν μεγάλαι , τότε ἀπαλλαχθεῖσαι τυράννων ἐγίνοντο μέζονες · ἐν δὲ αὐτῇσι δύο ἄνδρες ἐδυνάστευον , Κλεισθένης τε ἀνὴρ Ἀλκμεωνίδης , ὅς περ δὴ λόγον ἔχει τὴν Πυθίην ἀναπεῖσαι , καὶ Ἰσαγόρης Τισάνδρου οἰκίης μὲν ἐὼν δοκίμου , ἀτὰρ τὰ ἀνέκαθεν οὐκ ἔχω φράσαι · θύουσι δὲ οἱ συγγενέες αὐτοῦ Διὶ Καρίῳ . οὗτοι οἱ ἄνδρες ἐστασίασαν περὶ δυνάμιος , ἑσσούμενος δὲ Κλεισθένης τὸν δῆμον προσεταιρίζεται . μετὰ δὲ τετραφύλους ἐόντας Ἀθηναίους δεκαφύλους ἐποίησε , τῶν Ἴωνος παίδων Γελέοντος καὶ Αἰγικόρεος καὶ Ἀργάδεω καὶ Ὅπλητος ἀπαλλάξας τὰς ἐπωνυμίας , ἐξευρὼν δὲ ἑτέρων ἡρώων ἐπωνυμίας ἐπιχωρίων , πάρεξ Αἴαντος · τοῦτον δὲ ἅτε ἀστυγείτονα καὶ σύμμαχον , ξεῖνον ἐόντα προσέθετο .
5.67 ταῦτα δέ , δοκέειν ἐμοί , ἐμιμέετο Κλεισθένης οὗτος τὸν ἑωυτοῦ μητροπάτορα Κλεισθένεα τὸν Σικυῶνος τύραννον . Κλεισθένης γὰρ Ἀργείοισι πολεμήσας τοῦτο μὲν ῥαψῳδοὺς ἔπαυσε ἐν Σικυῶνι ἀγωνίζεσθαι τῶν Ὁμηρείων ἐπέων εἵνεκα , ὅτι Ἀργεῖοί τε καὶ Ἄργος τὰ πολλὰ πάντα ὑμνέαται · τοῦτο δέ , ἡρώιον γὰρ ἦν καὶ ἔστι ἐν αὐτῇ τῇ ἀγορῇ τῶν Σικυωνίων Ἀδρήστου τοῦ Ταλαοῦ , τοῦτον ἐπεθύμησε Κλεισθένης ἐόντα Ἀργεῖον ἐκβαλεῖν ἐκ τῆς χώρης .