5.64 τοῖσι ἐσβαλοῦσι ἐς τὴν Ἀττικὴν χώρην τῶν Θεσσαλῶν ἵππος πρώτη προσέμιξε καὶ οὐ μετὰ πολλὸν ἐτράπετο , καὶ σφεων ἔπεσον ὑπὲρ τεσσεράκοντα ἄνδρας · οἱ δὲ περιγενόμενοι ἀπαλλάσσοντο ὡς εἶχον εὐθὺς ἐπὶ Θεσσαλίης . Κλεομένης δὲ ἀπικόμενος ἐς τὸ ἄστυ ἅμα Ἀθηναίων τοῖσι βουλομένοισι εἶναι ἐλευθέροισι ἐπολιόρκεε τοὺς τυράννους ἀπεργμένους ἐν τῷ Πελασγικῷ τείχεϊ .
5.65 καὶ οὐδέν τι πάντως ἂν ἐξεῖλον Πεισιστρατίδας οἱ Λακεδαιμόνιοι · οὔτε γὰρ ἐπέδρην ἐπενόεον ποιήσασθαι , οἵ τε Πεισιστρατίδαι σίτοισι καὶ ποτοῖσι εὖ παρεσκευάδατο , πολιορκήσαντές τε ἂν ἡμέρας ὀλίγας ἀπαλλάσσοντο ἐς τὴν Σπάρτην . νῦν δὲ συντυχίη τοῖσι μὲν κακὴ ἐπεγένετο , τοῖσι δὲ αὐτὴ αὕτη σύμμαχος · ὑπεκτιθέμενοι γὰρ ἔξω τῆς χώρης οἱ παῖδες τῶν Πεισιστρατιδέων ἥλωσαν . τοῦτο δὲ ὡς ἐγένετο , πάντα αὐτῶν τὰ πρήγματα συνετετάρακτο , παρέστησαν δὲ ἐπὶ μισθῷ τοῖσι τέκνοισι , ἐπ’ οἷσι ἐβούλοντο οἱ Ἀθηναῖοι , ὥστε ἐν πέντε ἡμέρῃσι ἐκχωρῆσαι ἐκ τῆς Ἀττικῆς . μετὰ δὲ ἐξεχώρησαν ἐς Σίγειον τὸ ἐπὶ τῷ Σκαμάνδρῳ , ἄρξαντες μὲν Ἀθηναίων ἐπ’ ἔτεα ἕξ τε καὶ τριήκοντα , ἐόντες δὲ καὶ οὗτοι ἀνέκαθεν Πύλιοί τε καὶ Νηλεῖδαι , ἐκ τῶν αὐτῶν γεγονότες καὶ οἱ ἀμφὶ Κόδρον τε καὶ Μέλανθον , οἳ πρότερον ἐπήλυδες ἐόντες ἐγένοντο Ἀθηναίων βασιλέες . ἐπὶ τούτου δὲ καὶ τὠυτὸ οὔνομα ἀπεμνημόνευσε Ἱπποκράτης τῷ παιδὶ θέσθαι τὸν Πεισίστρατον , ἐπὶ τοῦ Νέστορος Πεισιστράτου ποιεύμενος τὴν ἐπωνυμίην .