5.63 Λακεδαιμόνιοι δέ , ὥς σφι αἰεὶ τὠυτὸ πρόφαντον ἐγίνετο , πέμπουσι Ἀγχιμόλιον τὸν Ἀστέρος , ἐόντα τῶν ἀστῶν ἄνδρα δόκιμον , σὺν στρατῷ ἐξελῶντα Πεισιστρατίδας ἐξ Ἀθηνέων ὅμως καὶ ξεινίους σφι ἐόντας τὰ μάλιστα · τὰ γὰρ τοῦ θεοῦ πρεσβύτερα ἐποιεῦντο τὰ τῶν ἀνδρῶν · πέμπουσι δὲ τούτους κατὰ θάλασσαν πλοίοισι . μὲν δὴ προσσχὼν ἐς Φάληρον τὴν στρατιὴν ἀπέβησε , οἱ δὲ Πεισιστρατίδαι προπυνθανόμενοι ταῦτα ἐπεκαλέοντο ἐκ Θεσσαλίης ἐπικουρίην · ἐπεποίητο γάρ σφι συμμαχίη πρὸς αὐτούς . Θεσσαλοὶ δέ σφι δεομένοισι ἀπέπεμψαν κοινῇ γνώμῃ χρεώμενοι χιλίην τε ἵππον καὶ τὸν βασιλέα τὸν σφέτερον Κινέην ἄνδρα Κονιαῖον · τοὺς ἐπείτε ἔσχον συμμάχους οἱ Πεισιστρατίδαι , ἐμηχανῶντο τοιάδε · κείραντες τῶν Φαληρέων τὸ πεδίον καὶ ἱππάσιμον ποιήσαντες τοῦτον τὸν χῶρον ἐπῆκαν τῷ στρατοπέδῳ τὴν ἵππον · ἐμπεσοῦσα δὲ διέφθειρε ἄλλους τε πολλοὺς τῶν Λακεδαιμονίων καὶ δὴ καὶ τὸν Ἀγχιμόλιον · τοὺς δὲ περιγενομένους αὐτῶν ἐς τὰς νέας κατεῖρξαν . μὲν δὴ πρῶτος στόλος ἐκ Λακεδαίμονος οὕτω ἀπήλλαξε , καὶ Ἀγχιμολίου εἰσὶ ταφαὶ τῆς Ἀττικῆς Ἀλωπεκῆσι , ἀγχοῦ τοῦ Ἡρακλείου τοῦ ἐν Κυνοσάργεϊ .
5.64 μετὰ δὲ Λακεδαιμόνιοι μέζω στόλον στείλαντες ἀπέπεμψαν ἐπὶ τὰς Ἀθήνας , στρατηγὸν τῆς στρατιῆς ἀποδέξαντες βασιλέα Κλεομένεα τὸν Ἀναξανδρίδεω , οὐκέτι κατὰ θάλασσαν στείλαντες ἀλλὰ κατ’ ἤπειρον ·