5.61 ἐπὶ τούτου δὴ τοῦ Λαοδάμαντος τοῦ Ἐτεοκλέος μουναρχέοντος ἐξανιστέαται Καδμεῖοι ὑπ’ Ἀργείων καὶ τρέπονται ἐς τοὺς Ἐγχελέας . οἱ δὲ Γεφυραῖοι ὑπολειφθέντες ὕστερον ὑπὸ Βοιωτῶν ἀναχωρέουσι ἐς Ἀθήνας · καί σφι ἱρά ἐστι ἐν Ἀθήνῃσι ἱδρυμένα , τῶν οὐδὲν μέτα τοῖσι λοιποῖσι Ἀθηναίοισι , ἄλλα τε κεχωρισμένα τῶν ἄλλων ἱρῶν καὶ δὴ καὶ Ἀχαιίης Δήμητρος ἱρόν τε καὶ ὄργια .
5.62 μὲν δὴ ὄψις τοῦ Ἱππάρχου ἐνυπνίου καὶ οἱ Γεφυραῖοι ὅθεν ἐγεγόνεσαν , τῶν ἦσαν οἱ Ἱππάρχου φονέες , ἀπήγηταί μοι · δεῖ δὲ πρὸς τούτοισι ἔτι ἀναλαβεῖν τὸν κατ’ ἀρχὰς ἤια λέξων λόγον , ὡς τυράννων ἐλευθερώθησαν Ἀθηναῖοι . Ἱππίεω τυραννεύοντος καὶ ἐμπικραινομένου Ἀθηναίοισι διὰ τὸν Ἱππάρχου θάνατον , Ἀλκμεωνίδαι γένος ἐόντες Ἀθηναῖοι καὶ φεύγοντες Πεισιστρατίδας , ἐπείτε σφι ἅμα τοῖσι ἄλλοισι Ἀθηναίων φυγάσι πειρωμένοισι κατὰ τὸ ἰσχυρὸν οὐ προεχώρεε κάτοδος , ἀλλὰ προσέπταιον μεγάλως πειρώμενοι κατιέναι τε καὶ ἐλευθεροῦν τὰς Ἀθήνας , Λειψύδριον τὸ ὑπὲρ Παιονίης τειχίσαντες , ἐνθαῦτα οἱ Ἀλκμεωνίδαι πᾶν ἐπὶ τοῖσι Πεισιστρατίδῃσι μηχανώμενοι παρ’ Ἀμφικτυόνων τὸν νηὸν μισθοῦνται τὸν ἐν Δελφοῖσι , τὸν νῦν ἐόντα τότε δὲ οὔκω , τοῦτον ἐξοικοδομῆσαι . οἷα δὲ χρημάτων εὖ ἥκοντες καὶ ἐόντες ἄνδρες δόκιμοι ἀνέκαθεν ἔτι , τόν τε νηὸν ἐξεργάσαντο τοῦ παραδείγματος κάλλιον τά τε ἄλλα καὶ συγκειμένου σφι πωρίνου λίθου ποιέειν τὸν νηόν , Παρίου τὰ ἔμπροσθε αὐτοῦ ἐξεποίησαν .
5.63 ὡς ὦν δὴ οἱ Ἀθηναῖοι λέγουσι , οὗτοι οἱ ἄνδρες ἐν Δελφοῖσι κατήμενοι ἀνέπειθον τὴν Πυθίην χρήμασι , ὅκως ἔλθοιεν Σπαρτιητέων ἄνδρες εἴτε ἰδίῳ στόλῳ εἴτε δημοσίῳ χρησόμενοι , προφέρειν σφι τὰς Ἀθήνας ἐλευθεροῦν .