5.58 οἱ δὲ Φοίνικες οὗτοι οἱ σὺν Κάδμῳ ἀπικόμενοι , τῶν ἦσαν οἱ Γεφυραῖοι , ἄλλα τε πολλὰ οἰκήσαντες ταύτην τὴν χώρην ἐσήγαγον διδασκάλια ἐς τοὺς Ἕλληνας καὶ δὴ καὶ γράμματα , οὐκ ἐόντα πρὶν Ἕλλησι ὡς ἐμοὶ δοκέειν , πρῶτα μὲν τοῖσι καὶ ἅπαντες χρέωνται Φοίνικες · μετὰ δὲ χρόνου προβαίνοντος ἅμα τῇ φωνῇ μετέβαλλον καὶ τὸν ῥυθμὸν τῶν γραμμάτων . περιοίκεον δὲ σφέας τὰ πολλὰ τῶν χώρων τοῦτον τὸν χρόνον Ἑλλήνων Ἴωνες , οἳ παραλαβόντες διδαχῇ παρὰ τῶν Φοινίκων τὰ γράμματα , μεταρρυθμίσαντες σφέων ὀλίγα ἐχρέωντο , χρεώμενοι δὲ ἐφάτισαν , ὥσπερ καὶ τὸ δίκαιον ἔφερε , ἐσαγαγόντων Φοινίκων ἐς τὴν Ἑλλάδα , Φοινικήια κεκλῆσθαι . καὶ τὰς βύβλους διφθέρας καλέουσι ἀπὸ τοῦ παλαιοῦ οἱ Ἴωνες , ὅτι κοτὲ ἐν σπάνι βύβλων ἐχρέωντο διφθέρῃσι αἰγέῃσί τε καὶ οἰέῃσι · ἔτι δὲ καὶ τὸ κατ’ ἐμὲ πολλοὶ τῶν βαρβάρων ἐς τοιαύτας διφθέρας γράφουσι .
5.59 εἶδον δὲ καὶ αὐτὸς Καδμήια γράμματα ἐν τῷ ἱρῷ τοῦ Ἀπόλλωνος τοῦ Ἰσμηνίου ἐν Θήβῃσι τῇσι Βοιωτῶν , ἐπὶ τρίποσι τισὶ ἐγκεκολαμμένα , τὰ πολλὰ ὅμοια ἐόντα τοῖσι Ἰωνικοῖσι . μὲν δὴ εἷς τῶν τριπόδων ἐπίγραμμα ἔχει ʹ ἀμφιτρύων μ’ ἀνέθηκ’ ἐνάρων ἀπὸ Τηλεβοάων . ʹ ταῦτα ἡλικίην εἴη ἂν κατὰ Λάιον τὸν Λαβδάκου τοῦ Πολυδώρου τοῦ Κάδμου .
5.60 ἕτερος δὲ τρίπους ἐν ἑξαμέτρῳ τόνῳ λέγει ʹ Σκαῖος πυγμαχέων με ἑκηβόλῳ Ἀπόλλωνι | νικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα . ʹ
5.61 τρίτος δὲ τρίπους λέγει καὶ οὗτος ἐν ἑξαμέτρῳ ʹ Λαοδάμας τρίποδ’ αὐτὸς ἐυσκόπῳ Ἀπόλλωνι | μουναρχέων ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα . ʹ