5.55 ἀπελαυνόμενος δὲ Ἀρισταγόρης ἐκ τῆς Σπάρτης ἤιε ἐς τὰς Ἀθήνας γενομένας τυράννων ὧδε ἐλευθέρας . ἐπεὶ Ἵππαρχον τὸν Πεισιστράτου , Ἱππίεω δὲ τοῦ τυράννου ἀδελφεόν , ἰδόντα ὄψιν ἐνυπνίου τῷ ἑωυτοῦ πάθεϊ ἐναργεστάτην κτείνουσι Ἀριστογείτων καὶ Ἁρμόδιος , γένος ἐόντες τὰ ἀνέκαθεν Γεφυραῖοι , μετὰ ταῦτα ἐτυραννεύοντο Ἀθηναῖοι ἐπ’ ἔτεα τέσσερα οὐδὲν ἧσσον ἀλλὰ καὶ μᾶλλον πρὸ τοῦ .
5.56 μέν νυν ὄψις τοῦ Ἱππάρχου ἐνυπνίου ἦν ἥδε · ἐν τῇ προτέρῃ νυκτὶ τῶν Παναθηναίων ἐδόκεε Ἵππαρχος ἄνδρα οἱ ἐπιστάντα μέγαν καὶ εὐειδέα αἰνίσσεσθαι τάδε τὰ ἔπεα . ʹ τλῆθι λέων ἄτλητα παθὼν τετληότι θυμῷ · | οὐδεὶς ἀνθρώπων ἀδικῶν τίσιν οὐκ ἀποτίσει . ʹ ταῦτα δέ , ὡς ἡμέρη ἐγένετο τάχιστα , φανερὸς ἦν ὑπερτιθέμενος ὀνειροπόλοισι · μετὰ δὲ ἀπειπάμενος τὴν ὄψιν ἔπεμπε τὴν πομπήν , ἐν τῇ δὴ τελευτᾷ .
5.57 οἱ δὲ Γεφυραῖοι , τῶν ἦσαν οἱ φονέες οἱ Ἱππάρχου , ὡς μὲν αὐτοὶ λέγουσι , ἐγεγόνεσαν ἐξ Ἐρετρίης τὴν ἀρχήν , ὡς δὲ ἐγὼ ἀναπυνθανόμενος εὑρίσκω , ἦσαν Φοίνικες τῶν σὺν Κάδμῳ ἀπικομένων Φοινίκων ἐς γῆν τὴν νῦν Βοιωτίην καλεομένην , οἴκεον δὲ τῆς χώρης ταύτης ἀπολαχόντες τὴν Ταναγρικὴν μοῖραν . ἐνθεῦτεν δὲ Καδμείων πρότερον ἐξαναστάντων ὑπ’ Ἀργείων , οἱ Γεφυραῖοι οὗτοι δεύτερα ὑπὸ Βοιωτῶν ἐξαναστάντες ἐτράποντο ἐπ’ Ἀθηνέων . Ἀθηναῖοι δὲ σφέας ἐπὶ ῥητοῖσι ἐδέξαντο σφέων αὐτῶν εἶναι πολιήτας , πολλῶν τεῶν καὶ οὐκ ἀξιαπηγήτων ἐπιτάξαντες ἔργεσθαι .