5.52 ἐκ δὲ ταύτης ἐς τὴν Κισσίην χώρην μεταβαίνοντι ἕνδεκα σταθμοί , παρασάγγαι δὲ δύο καὶ τεσσεράκοντα καὶ ἥμισυ ἐστὶ ἐπὶ ποταμὸν Χοάσπην , ἐόντα καὶ τοῦτον νηυσιπέρητον · ἐπ’ Σοῦσα πόλις πεπόλισται .
5.53 οὗτοι οἱ πάντες σταθμοί εἰσι ἕνδεκα καὶ ἑκατόν . καταγωγαὶ μέν νυν σταθμῶν τοσαῦται εἰσὶ ἐκ Σαρδίων ἐς Σοῦσα ἀναβαίνοντι . εἰ δὲ ὀρθῶς μεμέτρηται ὁδὸς βασιληίη τοῖσι παρασάγγῃσι καὶ παρασάγγης δύναται τριήκοντα στάδια , ὥσπερ οὗτός γε δύναται ταῦτα , ἐκ Σαρδίων στάδια ἐστὶ ἐς τὰ βασιλήια τὰ Μεμνόνια καλεόμενα πεντακόσια καὶ τρισχίλια καὶ μύρια , παρασαγγέων ἐόντων πεντήκοντα καὶ τετρακοσίων . πεντήκοντα δὲ καὶ ἑκατὸν στάδια ἐπ’ ἡμέρῃ ἑκάστῃ διεξιοῦσι ἀναισιμοῦνται ἡμέραι ἀπαρτὶ ἐνενήκοντα .
5.54 οὕτω τῷ Μιλησίῳ Ἀρισταγόρῃ εἴπαντι πρὸς Κλεομένεα τὸν Λακεδαιμόνιον εἶναι τριῶν μηνῶν τὴν ἄνοδον τὴν παρὰ βασιλέα ὀρθῶς εἴρητο . εἰ δέ τις τὸ ἀτρεκέστερον τούτων ἔτι δίζηται , ἐγὼ καὶ τοῦτο σημανέω · τὴν γὰρ ἐξ Ἐφέσου ἐς Σάρδις ὁδὸν δεῖ προσλογίσασθαι ταύτῃ . καὶ δὴ λέγω σταδίους εἶναι τοὺς πάντας ἀπὸ θαλάσσης τῆς Ἑλληνικῆς μέχρι Σούσων ʹτοῦτο γὰρ Μεμνόνειον ἄστυ καλέεταἰ , τεσσεράκοντα καὶ τετρακισχιλίους καὶ μυρίους · οἱ γὰρ ἐξ Ἑφέσου ἐς Σάρδις εἰσὶ τεσσεράκοντα καὶ πεντακόσιοι στάδιοι , καὶ οὕτω τρισὶ ἡμέρῃσι μηκύνεται τρίμηνος ὁδός .