5.52 ἐκδέκεται δὲ ἐκ τῆς Φρυγίης Ἅλυς ποταμός , ἐπ’ πύλαι τε ἔπεισι , τὰς διεξελάσαι πᾶσα ἀνάγκη καὶ οὕτω διεκπερᾶν τὸν ποταμόν , καὶ φυλακτήριον μέγα ἐπ’ αὐτῷ . διαβάντι δὲ ἐς τὴν Καππαδοκίην καὶ ταύτῃ πορευομένῳ μέχρι οὔρων τῶν Κιλικίων σταθμοὶ δυῶν δέοντες εἰσὶ τριήκοντα , παρασάγγαι δὲ τέσσερες καὶ ἑκατόν . ἐπὶ δὲ τοῖσι τούτων οὔροισι διξάς τε πύλας διεξελᾷς καὶ διξὰ φυλακτήρια παραμείψεαι . ταῦτα δὲ διεξελάσαντι καὶ διὰ τῆς Κιλικίης ὁδὸν ποιευμένῳ τρεῖς εἱσι σταθμοί , παρασάγγαι δὲ πεντεκαίδεκα καὶ ἥμισυ . οὖρος δὲ Κιλικίης καὶ τῆς Ἀρμενίης ἐστὶ ποταμὸς νηυσιπέρητος , τῷ οὔνομα Εὐφρήτης . ἐν δὲ τῇ Ἀρμενίῃ σταθμοὶ μὲν εἰσὶ καταγωγέων πεντεκαίδεκα , παρασάγγαι δὲ ἓξ καὶ πεντήκοντα καὶ ἥμισυ , καὶ φυλακτήριον ἐν αὐτοῖσι . ἐκ δὲ ταύτης τῆς Ἀρμενίης ἐς βάλλοντι ἐς τὴν Ματιηνὴν γῆν σταθμοί εἰσι τέσσερες καὶ τριήκοντα , παρασάγγαι δὲ ἑπτὰ καὶ τριήκοντα καὶ ἑκατόν . ποταμοὶ δὲ νηυσιπέρητοι τέσσερες διὰ ταύτης ῥέουσι , τοὺς πᾶσα ἀνάγκη διαπορθμεῦσαι ἐστί , πρῶτος μὲν Τίγρης , μετὰ δὲ δεύτερός τε καὶ τρίτος ὡυτὸς ὀνομαζόμενος , οὐκ ὡυτὸς ἐὼν ποταμὸς οὐδὲ ἐκ τοῦ αὐτοῦ ῥέων · μὲν γὰρ πρότερον αὐτῶν καταλεχθεὶς ἐξ Ἀρμενίων ῥέει , δ’ ὕστερον ἐκ Ματιηνῶν · δὲ τέταρτος τῶν ποταμῶν οὔνομα ἔχει Γύνδης , τὸν Κῦρος διέλαβε κοτὲ ἐς διώρυχας ἑξήκοντα καὶ τριηκοσίας .