5.50 ʹ ξεῖνε Μιλήσιε , ἀπαλλάσσεο ἐκ Σπάρτης πρὸ δύντος ἡλίου · οὐδένα γὰρ λόγον εὐεπέα λέγεις Λακεδαιμονίοισι , ἐθέλων σφέας ἀπὸ θαλάσσης τριῶν μηνῶν ὁδὸν ἀγαγεῖν . ʹ
5.51 μὲν Κλεομένης ταῦτα εἴπας ἤιε ἐς τὰ οἰκία , δὲ Ἀρισταγόρης λαβὼν ἱκετηρίην ἤιε ἐς τοῦ Κλεομένεος , ἐσελθὼν δὲ ἔσω ἅτε ἱκετεύων ἐπακοῦσαι ἐκέλευε τὸν Κλεομένεα ἀποπέμψαντα τὸ παιδίον · προσεστήκεε γὰρ δὴ τῷ Κλεομένεϊ θυγάτηρ , τῇ οὔνομα ἦν Γοργώ · τοῦτο δέ οἱ καὶ μοῦνον τέκνον ἐτύγχανε ἐὸν ἐτέων ὀκτὼ ἐννέα ἡλικίην . Κλεομένης δὲ λέγειν μιν ἐκέλευε τὰ βούλεται μηδὲ ἐπισχεῖν τοῦ παιδίου εἵνεκα . ἐνθαῦτα δὴ Ἀρισταγόρης ἄρχετο ἐκ δέκα ταλάντων ὑπισχνεόμενος , ἤν οἱ ἐπιτελέσῃ τῶν ἐδέετο . ἀνανεύοντος δὲ τοῦ Κλεομένεος προέβαινε τοῖσι χρήμασι ὑπερβάλλων Ἀρισταγόρης , ἐς οὗ πεντήκοντά τε τάλαντα ὑπεδέδεκτο καὶ τὸ παιδίον ηὐδάξατο ʹ πάτερ , διαφθερέει σε ξεῖνος , ἢν μὴ ἀποστὰς ἴῃς . ʹ τε δὴ Κλεομένης ἡσθεὶς τοῦ παιδίου τῇ παραινέσι ἤιε ἐς ἕτερον οἴκημα , καὶ Ἀρισταγόρης ἀπαλλάσσετο τὸ παράπαν ἐκ τῆς Σπάρτης , οὐδέ οἱ ἐξεγένετο ἐπὶ πλέον ἔτι σημῆναι περὶ τῆς ἀνόδου τῆς παρὰ βασιλέα .
5.52 ἔχει γὰρ ἀμφὶ τῇ ὁδῷ ταύτῃ ὧδε · σταθμοί τε πανταχῇ εἰσι βασιλήιοι καὶ καταλύσιες κάλλισται , διὰ οἰκεομένης τε ὁδὸς ἅπασα καὶ ἀσφαλέος . διὰ μέν γε Λυδίης καὶ Φρυγίης σταθμοὶ τείνοντες εἴκοσι εἰσί , παρασάγγαι δὲ τέσσερες καὶ ἐνενήκοντα καὶ ἥμισυ .