5.47 συνέσπετο δὲ Δωριέι καὶ συναπέθανε Φίλιππος Βουτακίδεω Κροτωνιήτης ἀνήρ , ὃς ἁρμοσάμενος Τήλυος τοῦ Συβαρίτεω θυγατέρα ἔφυγε ἐκ Κρότωνος , ψευσθεὶς δὲ τοῦ γάμου οἴχετο πλέων ἐς Κυρήνην , ἐκ ταύτης δὲ ὁρμώμενος συνέσπετο οἰκηίῃ τε τριήρεϊ καὶ οἰκηίῃ ἀνδρῶν δαπάνῃ , ἐών τε Ὀλυμπιονίκης καὶ κάλλιστος Ἑλλήνων τῶν κατ’ ἑωυτόν . διὰ δὲ τὸ ἑωυτοῦ κάλλος ἠνείκατο παρὰ Ἐγεσταίων τὰ οὐδεὶς ἄλλος · ἐπὶ γὰρ τοῦ τάφου αὐτοῦ ἡρώιον ἱδρυσάμενοι θυσίῃσι αὐτὸν ἱλάσκονται .
5.48 Δωριεὺς μέν νυν τρόπῳ τοιούτῳ ἐτελεύτησε · εἰ δὲ ἠνέσχετο βασιλευόμενος ὑπὸ Κλεομένεος καὶ κατέμενε ἐν Σπάρτῃ , ἐβασίλευσε ἂν Λακεδαίμονος · οὐ γάρ τινα πολλὸν χρόνον ἦρξε Κλεομένης , ἀλλ’ ἀπέθανε ἄπαις , θυγατέρα μούνην λιπών , τῇ οὔνομα ἦν Γοργώ .
5.49 ἀπικνέεται δὲ ὦν Ἀρισταγόρης Μιλήτου τύραννος ἐς τὴν Σπάρτην Κλεομένεος ἔχοντος τὴν ἀρχήν · τῷ δὴ ἐς λόγους ἤιε , ὡς Λακεδαιμόνιοι λέγουσι , ἔχων χάλκεον πίνακα ἐν τῷ γῆς ἁπάσης περίοδος ἐνετέτμητο καὶ θάλασσά τε πᾶσα καὶ ποταμοὶ πάντες . ἀπικνεόμενος δὲ ἐς λόγους Ἀρισταγόρης ἔλεγε πρὸς αὐτὸν τάδε . ʹ Κλεόμενες , σπουδὴν μὲν τὴν ἐμὴν μὴ θωμάσῃς τῆς ἐνθαῦτα ἀπίξιος · τὰ γὰρ κατήκοντα ἐστὶ τοιαῦτα · Ἰώνων παῖδας δούλους εἶναι ἀντ’ ἐλευθέρων ὄνειδος καὶ ἄλγος μέγιστον μὲν αὐτοῖσι ἡμῖν , ἔτι δὲ τῶν λοιπῶν ὑμῖν , ὅσῳ προέστατε τῆς Ἑλλάδος .