5.45 ταῦτα δὲ οὗτοι λέγουσι . μαρτύρια δὲ τούτων ἑκάτεροι ἀποδεικνύουσι τάδε , Συβαρῖται μὲν τέμενός τε καὶ νηὸν ἐόντα παρὰ τὸν ξηρὸν Κρᾶθιν , τὸν ἱδρύσασθαι συνελόντα τὴν πόλιν Δωριέα λέγουσι Ἀθηναίῃ ἐπωνύμῳ Κραθίῃ · τοῦτο δὲ αὐτοῦ Δωριέος τὸν θάνατον μαρτύριον μέγιστον ποιεῦνται , ὅτι παρὰ τὰ μεμαντευμένα ποιέων διεφθάρη · εἰ γὰρ δὴ μὴ παρέπρηξε μηδέν , ἐπ’ δὲ ἐστάλη ἐποίεε , εἷλε ἂν τὴν Ἐρυκίνην χώρην καὶ ἑλὼν κατέσχε , οὐδ’ ἂν αὐτός τε καὶ στρατιὴ διεφθάρη . οἱ δ’ αὖ Κροτωνιῆται ἀποδεικνῦσι Καλλίῃ μὲν τῷ Ἠλείῳ ἐξαίρετα ἐν γῇ τῇ Κροτωνιήτιδι πολλὰ δοθέντα , τὰ καὶ ἐς ἐμὲ ἔτι ἐνέμοντο οἱ Καλλίεω ἀπόγονοι , Δωριέι δὲ καὶ τοῖσι Δωριέος ἀπογόνοισι οὐδέν . καίτοι εἰ συνεπελάβετό γε τοῦ Συβαριτικοῦ πολέμου Δωριεύς , δοθῆναι ἄν οἱ πολλαπλήσια Καλλίῃ . ταῦτα μέν νυν ἑκάτεροι αὐτῶν μαρτύρια ἀποφαίνονται , καὶ πάρεστι , ὁκοτέροισί τις πείθεται αὐτῶν , τούτοισι προσχωρέειν .
5.46 συνέπλεον δὲ Δωριέι καὶ ἄλλοι συγκτίσται Σπαρτιητέων , Θεσσαλὸς καὶ Παραιβάτης καὶ Κελέης καὶ Εὐρυλέων · οἳ ἐπείτε ἀπίκοντο παντὶ στόλῳ ἐς τὴν Σικελίην , ἀπέθανον μάχῃ ἑσσωθέντες ὑπό τε Φοινίκων καὶ Ἐγεσταίων · μοῦνος δὲ Εὐρυλέων τῶν συγκτιστέων περιεγένετο τούτου τοῦ πάθεος . συλλαβὼν δὲ οὗτος τῆς στρατιῆς τοὺς περιγενομένους ἔσχε Μινώην τὴν Σελινουσίων ἀποικίην , καὶ συνελευθέρου Σελινουσίους τοῦ μουνάρχου Πειθαγόρεω · μετὰ δὲ ὡς τοῦτον κατεῖλε , αὐτὸς τυραννίδι ἐπεχείρησε Σελινοῦντος καὶ ἐμουνάρχησε χρόνον ἐπ’ ὀλίγον · οἱ γάρ μιν Σελινούσιοι ἐπαναστάντες ἀπέκτειναν καταφυγόντα ἐπὶ Διὸς ἀγοραίου βωμόν .