5.49 νῦν ὦν πρὸς θεῶν τῶν Ἑλληνίων ῥύσασθε Ἴωνας ἐκ δουλοσύνης ἄνδρας ὁμαίμονας . εὐπετέως δὲ ὑμῖν ταῦτα οἷά τε χωρέειν ἐστί · οὔτε γὰρ οἱ βάρβαροι ἄλκιμοι εἰσί , ὑμεῖς τε τὰ ἐς τὸν πόλεμον ἐς τὰ μέγιστα ἀνήκετε ἀρετῆς πέρι , τε μάχη αὐτῶν ἐστὶ τοιήδε , τόξα καὶ αἰχμὴ βραχέα · ἀναξυρίδας δὲ ἔχοντες ἔρχονται ἐς τὰς μάχας καὶ κυρβασίας ἐπὶ τῇσι κεφαλῇσι . οὕτω εὐπετέες χειρωθῆναι εἰσί . ἔστι δὲ καὶ ἀγαθὰ τοῖσι τὴν ἤπειρον ἐκείνην νεμομένοισι ὅσα οὐδὲ τοῖσι συνάπασι ἄλλοισι , ἀπὸ χρυσοῦ ἀρξαμένοισι , ἄργυρος καὶ χαλκὸς καὶ ἐσθὴς ποικίλη καὶ ὑποζύγιά τε καὶ ἀνδράποδα · τὰ θυμῷ βουλόμενοι αὐτοὶ ἂν ἔχοιτε . κατοίκηνται δὲ ἀλλήλων ἐχόμενοι ὡς ἐγὼ φράσω , Ἰώνων μὲν τῶνδε οἵδε Λυδοί , οἰκέοντές τε χώρην ἀγαθὴν καὶ πολυαργυρώτατοι ἐόντες . ʹ δεικνὺς δὲ ἔλεγε ταῦτα ἐς τῆς γῆς τὴν περίοδον , τὴν ἐφέρετο ἐν τῷ πίνακι ἐντετμημένην . ʹ Λυδῶν δέ ʹ ἔφη λέγων Ἀρισταγόρης ʹ οἵδε ἔχονται Φρύγες οἱ πρὸς τὴν ἠῶ , πολυπροβατώτατοί τε ἐόντες πάντων τῶν ἐγὼ οἶδα καὶ πολυκαρπότατοι . Φρυγῶν δὲ ἔχονται Καππαδόκαι , τοὺς ἡμεῖς Συρίους καλέομεν . τούτοισι δὲ πρόσουροι Κίλικες , κατήκοντες ἐπὶ θάλασσαν τήνδε , ἐν τῇ ἥδε Κύπρος νῆσος κέεται · οἳ πεντακόσια τάλαντα βασιλέι τὸν ἐπέτειον φόρον ἐπιτελεῦσι . Κιλίκων δὲ τῶνδε ἔχονται Ἀρμένιοι οἵδε , καὶ οὗτοι ἐόντες πολυπρόβατοι , Ἀρμενίων δὲ Ματιηνοὶ χώρην τήνδε ἔχοντες .