5.39 τούτου δὲ τοιούτου ἐόντος , οἱ ἔφοροι εἶπαν ἐπικαλεσάμενοι αὐτὸν ʹ εἴ τοι σὺ σεωυτοῦ μὴ προορᾷς , ἀλλ’ ἡμῖν τοῦτ’ ἐστὶ οὐ περιοπτέον , γένος τὸ Εὐρυσθένεος γενέσθαι ἐξίτηλον . σύ νυν τὴν μὲν ἔχεις γυναῖκα , ἐπείτε τοι οὐ τίκτει , ἔξεο , ἄλλην δὲ γῆμον · καὶ ποιέων ταῦτα Σπαρτιήτῃσι ἁδήσεις . ʹ δ’ ἀμείβετο φὰς τούτων οὐδέτερα ποιήσειν , ἐκείνους τε οὐ καλῶς συμβουλεύειν παραινέοντας , τὴν ἔχει γυναῖκα ἐοῦσαν ἀναμάρτητον ἑωυτῷ , ταύτην ἀπέντα ἄλλην ἐσαγαγέσθαι · οὐδέ σφι πείσεσθαι .
5.40 πρὸς ταῦτα οἱ ἔφοροι καὶ οἱ γέροντες βουλευσάμενοι προσέφερον Ἀναξανδρίδῃ τάδε . ʹ ἐπεὶ τοίνυν τοι περιεχόμενόν σε ὁρῶμεν τῆς ἔχεις γυναικός , σὺ δὲ ταῦτα ποίεε , καὶ μὴ ἀντίβαινε τούτοισι , ἵνα μή τι ἀλλοῖον περὶ σεῦ Σπαρτιῆται βουλεύσωνται · γυναικὸς μὲν τῆς ἔχεις οὐ προσδεόμεθά σευ τῆς ἐξέσιος , σὺ δὲ ταύτῃ τε πάντα ὅσα νῦν παρέχεις πάρεχε καὶ ἄλλην πρὸς ταύτῃ ἐσάγαγε γυναῖκα τεκνοποιόν . ʹ ταῦτά κῃ λεγόντων συνεχώρησε Ἀναξανδρίδης , μετὰ δὲ γυναῖκας ἔχων δύο διξὰς ἱστίας οἴκεε , ποιέων οὐδαμῶς Σπαρτιητικά .
5.41 χρόνου δὲ οὐ πολλοῦ διελθόντος ἐσύστερον ἐπελθοῦσα γυνὴ τίκτει τὸν δὴ Κλεομένεα τοῦτον . καὶ αὕτη τε ἔφεδρον βασιλέα Σπαρτιήτῃσι ἀπέφαινε , καὶ προτέρη γυνὴ τὸν πρότερον χρόνον ἄτοκος ἐοῦσα τότε κως ἐκύησε , συντυχίῃ ταύτῃ χρησαμένη .