5.37 καὶ πρῶτα μὲν λόγῳ μετεὶς τὴν τυραννίδα ἰσονομίην ἐποίεε τῇ Μιλήτῳ , ὡς ἂν ἑκόντες αὐτῷ οἱ Μιλήσιοι συναπισταίατο , μετὰ δὲ καὶ ἐν τῇ ἄλλῃ Ἰωνίῃ τὠυτὸ τοῦτο ἐποίεε , τοὺς μὲν ἐξελαύνων τῶν τυράννων , τοὺς δ’ ἔλαβε τυράννους ἀπὸ τῶν νεῶν τῶν συμπλευσασέων ἐπὶ Νάξον , τούτους δὲ φίλα βουλόμενος ποιέεσθαι τῇσι πόλισι ἐξεδίδου , ἄλλον ἐς ἄλλην πόλιν παραδιδούς , ὅθεν εἴη ἕκαστος .
5.38 Κώην μέν νυν Μυτιληναῖοι ἐπείτε τάχιστα παρέλαβον , ἐξαγαγόντες κατέλευσαν , Κυμαῖοι δὲ τὸν σφέτερον αὐτῶν ἀπῆκαν · ὣς δὲ καὶ ἄλλοι οἱ πλεῦνες ἀπίεσαν . τυράννων μέν νυν κατάπαυσις ἐγίνετο ἀνὰ τὰς πόλιας , Ἀρισταγόρης δὲ Μιλήσιος ὡς τοὺς τυράννους κατέπαυσε , στρατηγοὺς ἐν ἑκάστῃ τῶν πολίων κελεύσας ἑκάστους καταστῆσαι , δεύτερα αὐτὸς ἐς Λακεδαίμονα τριήρεϊ ἀπόστολος ἐγίνετο · ἔδεε γὰρ δὴ συμμαχίης τινός οἱ μεγάλης ἐξευρεθῆναι .
5.39 τῆς δὲ Σπάρτης Ἀναξανδρίδης μὲν Λέοντος οὐκέτι περιεὼν ἐβασίλευε ἀλλὰ ἐτετελευτήκεε , Κλεομένης δὲ Ἀναξανδρίδεω εἶχε τὴν βασιληίην , οὐ κατ’ ἀνδραγαθίην σχὼν ἀλλὰ κατὰ γένος . Ἀναξανδρίδῃ γὰρ ἔχοντι γυναῖκα ἀδελφεῆς ἑωυτοῦ θυγατέρα , καὶ ἐούσης ταύτης οἱ καταθυμίης , παῖδες οὐκ ἐγίνοντο .