5.41 ἔχουσαν δὲ αὐτὴν ἀληθεῖ λόγῳ οἱ τῆς ἐπελθούσης γυναικὸς οἰκήιοι πυθόμενοι ὤχλεον , φάμενοι αὐτὴν κομπέειν ἄλλως βουλομένην ὑποβαλέσθαι . δεινὰ δὲ ποιεύντων αὐτῶν , τοῦ χρόνου συντάμνοντος , ὑπ’ ἀπιστίης οἱ ἔφοροι τίκτουσαν τὴν γυναῖκα περιιζόμενοι ἐφύλαξαν . δὲ ὡς ἔτεκε Δωριέα ἰθέως ἴσχει Λεωνίδην , καὶ μετὰ τοῦτον ἰθέως ἴσχει Κλεόμβροτον · οἳ δὲ καὶ διδύμους λέγουσι Κλεόμβροτον καὶ Λεωνίδην γενέσθαι . δὲ Κλεομένεα τεκοῦσα καὶ τὸ δεύτερον ἐπελθοῦσα γυνή , ἐοῦσα θυγάτηρ Πρινητάδεω τοῦ Δημαρμένου , οὐκέτι ἔτικτε τὸ δεύτερον .
5.42 μὲν δὴ Κλεομένης , ὡς λέγεται , ἦν τε οὐ φρενήρης ἀκρομανής τε , δὲ Δωριεὺς ἦν τῶν ἡλίκων πάντων πρῶτος , εὖ τε ἐπίστατο κατ’ ἀνδραγαθίην αὐτὸς σχήσων τὴν βασιληίην . ὥστε ὦν οὕτω φρονέων , ἐπειδὴ τε Ἀναξανδρίδης ἀπέθανε καὶ οἱ Λακεδαιμόνιοι χρεώμενοι τῷ νόμῳ ἐστήσαντο βασιλέα τὸν πρεσβύτατον Κλεομένεα , Δωριεὺς δεινόν τε ποιεύμενος καὶ οὐκ ἀξιῶν ὑπὸ Κλεομένεος βασιλεύεσθαι , αἰτήσας λεὼν Σπαρτιήτας ἦγε ἐς ἀποικίην , οὔτε τῷ ἐν Δελφοῖσι χρηστηρίῳ χρησάμενος ἐς ἥντινα γῆν κτίσων ἴῃ , οὔτε ποιήσας οὐδὲν τῶν νομιζομένων · οἷα δὲ βαρέως φέρων , ἀπίει ἐς τὴν Λιβύην τὰ πλοῖα · κατηγέοντο δέ οἱ ἄνδρες Θηραῖοι . ἀπικόμενος δὲ ἐς Λιβύην οἴκισε χῶρον κάλλιστον τῶν Λιβύων παρὰ Κίνυπα ποταμόν . ἐξελασθεὶς δὲ ἐνθεῦτεν τρίτῳ ἔτεϊ ὑπὸ Μακέων τε Λιβύων καὶ Καρχηδονίων ἀπίκετο ἐς Πελοπόννησον .