5.36 οἱ μὲν δὴ ἄλλοι πάντες γνώμην κατὰ τὠυτὸ ἐξεφέροντο , κελεύοντες ἀπίστασθαι · Ἑκαταῖος δ’ λογοποιὸς πρῶτα μὲν οὐκ ἔα πόλεμον βασιλέι τῶν Περσέων ἀναιρέεσθαι , καταλέγων τά τε ἔθνεα πάντα τῶν ἦρχε Δαρεῖος καὶ τὴν δύναμιν αὐτοῦ . ἐπείτε δὲ οὐκ ἔπειθε , δεύτερα συνεβούλευε ποιέειν ὅκως ναυκρατέες τῆς θαλάσσης ἔσονται . ἄλλως μέν νυν οὐδαμῶς ἔφη λέγων ἐνορᾶν ἐσόμενον τοῦτο · ἐπίστασθαι γὰρ τὴν δύναμιν τῶν Μιλησίων ἐοῦσαν ἀσθενέα · εἰ δὲ τὰ χρήματα καταιρεθείη τὰ ἐκ τοῦ ἱροῦ τοῦ ἐν Βραγχίδῃσι , τὰ Κροῖσος Λυδὸς ἀνέθηκε , πολλὰς εἶχε ἐλπίδας ἐπικρατήσειν τῆς θαλάσσης , καὶ οὕτω αὐτούς τε ἕξειν τοῖσι χρήμασι χρᾶσθαι καὶ τοὺς πολεμίους οὐ συλήσειν αὐτά . τὰ δὲ χρήματα ἦν ταῦτα μεγάλα , ὡς δεδήλωταί μοι ἐν τῷ πρώτῳ τῶν λόγων . αὕτη μὲν δὴ οὐκ ἐνίκα γνώμη , ἐδόκεε δὲ ὅμως ἀπίστασθαι , ἕνα τε αὐτῶν πλώσαντα ἐς Μυοῦντα ἐς τὸ στρατόπεδον τὸ ἀπὸ τῆς Νάξου ἀπελθόν , ἐὸν ἐνθαῦτα , συλλαμβάνειν πειρᾶσθαι τοὺς ἐπὶ τῶν νεῶν ἐπιπλέοντας στρατηγούς .
5.37 ἀποπεμφθέντος δὲ Ἰητραγόρεω κατ’ αὐτὸ τοῦτο καὶ συλλαβόντος δόλῳ Ὀλίατον Ἰβανώλλιος Μυλασσέα καὶ Ἱστιαῖον Τύμνεω Τερμερέα καὶ Κώην Ἐρξάνδρου , τῷ Δαρεῖος Μυτιλήνην ἐδωρήσατο , καὶ Ἀρισταγόρην Ἡρακλείδεω Κυμαῖον καὶ ἄλλους συχνούς , οὕτω δὴ ἐκ τοῦ ἐμφανέος Ἀρισταγόρης ἀπεστήκεε , πᾶν ἐπὶ Δαρείῳ μηχανώμενος .