5.19 Ἀμύντης μὲν δὴ ταῦτα ὁρέων ἀτρέμας εἶχε , καίπερ δυσφορέων , οἷα ὑπερδειμαίνων τοὺς Πέρσας · Ἀλέξανδρος δὲ Ἀμύντεω παρεών τε καὶ ὁρέων ταῦτα , ἅτε νέος τε ἐὼν καὶ κακῶν ἀπαθής , οὐδαμῶς ἔτι κατέχειν οἷος τε ἦν , ὥστε δὲ βαρέως φέρων εἶπε πρὸς Ἀμύντην τάδε . ʹ πάτερ , σὺ μὲν εἶκε τῇ ἡλικίῃ ἀπιών τε ἀναπαύεο , μηδὲ λιπάρεε τῇ πόσι · ἐγὼ δὲ προσμένων αὐτοῦ τῇδε πάντα τὰ ἐπιτήδεα παρέξω τοῖσι ξείνοισι . ʹ πρὸς ταῦτα συνιεὶς Ἀμύντης ὅτι νεώτερα πρήγματα πρήσσειν μέλλοι Ἀλέξανδρος , λέγει ʹ παῖ , σχεδὸν γάρ σευ ἀνακαιομένου συνίημι τοὺς λόγους , ὅτι ἐθέλεις ἐμὲ ἐκπέμψας ποιέειν τι νεώτερον · ἐγὼ ὦν σευ χρηίζω μηδὲν νεοχμῶσαι κατ’ ἄνδρας τούτους , ἵνα μὴ ἐξεργάσῃ ἡμέας , ἀλλὰ ἀνέχευ ὁρέων τὰ ποιεύμενα · ἀμφὶ δὲ ἀπόδῳ τῇ ἐμῇ πείσομαί τοι . ʹ
5.20 ὡς δὲ Ἀμύντης χρηίσας τούτων οἰχώκεε , λέγει Ἀλέξανδρος πρὸς τοὺς Πέρσας ʹ γυναικῶν τουτέων , ξεῖνοι , ἔστι ὑμῖν πολλὴ εὐπετείη , καὶ εἰ πάσῃσι βούλεσθε μίσγεσθαι καὶ ὁκόσῃσι ὦν αὐτέων . τούτου μὲν πέρι αὐτοὶ ἀποσημανέετε · νῦν δέ , σχεδὸν γὰρ ἤδη τῆς κοίτης ὥρη προσέρχεται ὑμῖν καὶ καλῶς ἔχοντας ὑμέας ὁρῶ μέθης , γυναῖκας ταύτας , εἰ ὑμῖν φίλον ἐστί , ἄπετε λούσασθαι , λουσαμένας δὲ ὀπίσω προσδέκεσθε . ʹ