5.20 εἴπας ταῦτα , συνέπαινοι γὰρ ἦσαν οἱ Πέρσαι , γυναῖκας μὲν ἐξελθούσας ἀπέπεμπε ἐς τὴν γυναικηίην , αὐτὸς δὲ Ἀλέξανδρος ἴσους τῇσι γυναιξὶ ἀριθμὸν ἄνδρας λειογενείους τῇ τῶν γυναικῶν ἐσθῆτι σκευάσας καὶ ἐγχειρίδια δοὺς ἦγε ἔσω , παράγων δὲ τούτους ἔλεγε τοῖσι Πέρσῃσι τάδε . ʹ Πέρσαι , οἴκατε πανδαισίῃ τελέῃ ἱστιῆσθαι · τά τε γὰρ ἄλλα ὅσα εἴχομεν , καὶ πρὸς τὰ οἷά τε ἦν ἐξευρόντας παρέχειν , πάντα ὑμῖν πάρεστι , καὶ δὴ καὶ τόδε τὸ πάντων μέγιστον , τάς τε ἑωυτῶν μητέρας καὶ τὰς ἀδελφεὰς ἐπιδαψιλευόμεθα ὑμῖν , ὡς παντελέως μάθητε τιμώμενοι πρὸς ἡμέων τῶν περ ἐστὲ ἄξιοι , πρὸς δὲ καὶ βασιλέι τῷ πέμψαντι ἀπαγγείλητε ὡς ἀνὴρ Ἕλλην Μακεδόνων ὕπαρχος εὖ ὑμέας ἐδέξατο καὶ τραπέζῃ καὶ κοίτῃ . ʹ ταῦτα εἴπας Ἀλέξανδρος παρίζει Πέρσῃ ἀνδρὶ ἄνδρα Μακεδόνα ὡς γυναῖκα τῷ λόγῳ · οἳ δέ , ἐπείτε σφέων οἱ Πέρσαι ψαύειν ἐπειρῶντο , διεργάζοντο αὐτούς .
5.21 καὶ οὗτοι μὲν τούτῳ τῷ μόρῳ διεφθάρησαν , καὶ αὐτοὶ καὶ θεραπηίη αὐτῶν · εἵπετο γὰρ δή σφι καὶ ὀχήματα καὶ θεράποντες καὶ πᾶσα πολλὴ παρασκευή · πάντα δὴ ταῦτα ἅμα πᾶσι ἐκείνοισι ἠφάνιστο . μετὰ δὲ χρόνῳ οὐ πολλῷ ὕστερον ζήτησις τῶν ἀνδρῶν τούτων μεγάλη ἐκ τῶν Περσέων ἐγίνετο , καί σφεας Ἀλέξανδρος κατέλαβε σοφίῃ , χρήματά τε δοὺς πολλὰ καὶ τὴν ἑωυτοῦ ἀδελφεὴν τῇ οὔνομα ἦν Γυγαίη · δοὺς δὲ ταῦτα κατέλαβε Ἀλέξανδρος Βουβάρῃ ἀνδρὶ Πέρσῃ , τῶν διζημένων τοὺς ἀπολομένους τῷ στρατηγῷ .