5.18 ὡς δὲ ἀπὸ δείπνου ἐγένοντο , διαπίνοντες εἶπαν οἱ Πέρσαι τάδε . ʹ ξεῖνε Μακεδών , ἡμῖν νόμος ἐστὶ τοῖσι Πέρσῃσι , ἐπεὰν δεῖπνον προτιθώμεθα μέγα , τότε καὶ τὰς παλλακὰς καὶ τὰς κουριδίας γυναῖκας ἐσάγεσθαι παρέδρους . σύ νυν , ἐπεί περ προθύμως μὲν ἐδέξαο μεγάλως δὲ ξεινίζεις , διδοῖς δὲ βασιλέι Δαρείῳ γῆν τε καὶ ὕδωρ , ἕπεο νόμῳ τῷ ἡμετέρῳ . ʹ εἶπε πρὸς ταῦτα Ἀμύντης ʹ Πέρσαι , νόμος μὲν ἡμῖν γε ἐστὶ οὐκ οὗτος , ἀλλὰ κεχωρίσθαι ἄνδρας γυναικῶν · ἐπείτε δὲ ὑμεῖς ἐόντες δεσπόται προσχρηίζετε τούτων , παρέσται ὑμῖν καὶ ταῦτα . ʹ εἴπας τοσαῦτα Ἀμύντης μετεπέμπετο τὰς γυναῖκας · αἳ δ’ ἐπείτε καλεόμεναι ἦλθον , ἐπεξῆς ἀντίαι ἵζοντο τοῖσι Πέρσῃσι . ἐνθαῦτα οἱ Πέρσαι ἰδόμενοι γυναῖκας εὐμόρφους ἔλεγον πρὸς Ἀμύντην φάμενοι τὸ ποιηθὲν τοῦτο οὐδὲν εἶναι σοφόν · κρέσσον γὰρ εἶναι ἀρχῆθεν μὴ ἐλθεῖν τὰς γυναῖκας ἐλθούσας καὶ μὴ παριζομένας ἀντίας ἵζεσθαι ἀλγηδόνας σφίσι ὀφθαλμῶν . ἀναγκαζόμενος δὲ Ἀμύντης ἐκέλευε παρίζειν · πειθομενέων δὲ τῶν γυναικῶν αὐτίκα οἱ Πέρσαι μαστῶν τε ἅπτοντο οἷα πλεόνως οἰνωμένοι , καί κού τις καὶ φιλέειν ἐπειρᾶτο .