5.13 θωμάζων δὲ Δαρεῖος τά τε ἤκουσε ἐκ τῶν κατασκόπων καὶ τὰ αὐτὸς ὥρα , ἄγειν αὐτὴν ἐκέλευε ἑωυτῷ ἐς ὄψιν . ὡς δὲ ἄχθη , παρῆσαν καὶ οἱ ἀδελφεοὶ αὐτῆς οὔ κῃ πρόσω σκοπιὴν ἔχοντες τούτων . εἰρωτῶντος δὲ τοῦ Δαρείου ὁποδαπὴ εἴη , ἔφασαν οἱ νεηνίσκοι εἶναι Παίονες καὶ ἐκείνην εἶναι σφέων ἀδελφεήν . δ’ ἀμείβετο , τίνες δὲ οἱ Παίονες ἄνθρωποι εἰσὶ καὶ κοῦ γῆς οἰκημένοι , καὶ τί κεῖνοι ἐθέλοντες ἔλθοιεν ἐς Σάρδις . οἳ δέ οἱ ἔφραζον ὡς ἔλθοιεν μὲν ἐκείνῳ δώσοντες σφέας αὐτούς , εἴη δὲ Παιονίη ἐπὶ τῷ Στρυμόνι ποταμῷ πεπολισμένη , δὲ Στρυμὼν οὐ πρόσω τοῦ Ἑλλησπόντου , εἴησαν δὲ Τευκρῶν τῶν ἐκ Τροίης ἄποικοι . οἳ μὲν δὴ ταῦτα ἕκαστα ἔλεγον , δὲ εἰρώτα εἰ καὶ πᾶσαι αὐτόθι αἱ γυναῖκες εἴησαν οὕτω ἐργάτιδες . οἳ δὲ καὶ τοῦτο ἔφασαν προθύμως οὕτω ἔχειν · αὐτοῦ γὰρ ὦν τούτου εἵνεκα καὶ ἐποιέετο .
5.14 ἐνθαῦτα Δαρεῖος γράφει γράμματα Μεγαβάζῳ , τὸν ἔλιπε ἐν τῇ Θρηίκῃ στρατηγόν , ἐντελλόμενος ἐξαναστῆσαι ἐξ ἠθέων Παίονας καὶ παρ’ ἑωυτὸν ἀγαγεῖν καὶ αὐτοὺς καὶ τὰ τέκνα τε καὶ τὰς γυναῖκας αὐτῶν . αὐτίκα δὲ ἱππεὺς ἔθεε φέρων τὴν ἀγγελίην ἐπὶ τὸν Ἑλλήσποντον , περαιωθεὶς δὲ διδοῖ τὸ βυβλίον τῷ Μεγαβάζῳ . δὲ ἐπιλεξάμενος καὶ λαβὼν ἡγεμόνας ἐκ τῆς Θρηίκης ἐστρατεύετο ἐπὶ τὴν Παιονίην .
5.15 πυθόμενοι δὲ οἱ Παίονες τοὺς Πέρσας ἐπὶ σφέας ἰέναι , ἁλισθέντες ἐξεστρατεύσαντο πρὸς θαλάσσης , δοκέοντες ταύτῃ ἐπιχειρήσειν τοὺς Πέρσας ἐμβάλλοντας .