5.11 μὲν δὴ Ἱστιαῖος , ἅτε τυραννεύων τῆς Μιλήτου , τυραννίδος μὲν οὐδεμιῆς προσεχρήιζε , αἰτέει δὲ Μύρκινον τὴν Ἠδωνῶν , βουλόμενος ἐν αὐτῇ πόλιν κτίσαι . οὗτος μὲν δὴ ταύτην αἱρέεται , δὲ Κώης , οἷά τε οὐ τύραννος δημότης τε ἐών , αἰτέει Μυτιλήνης τυραννεῦσαι .
5.12 τελεωθέντων δὲ ἀμφοτέροισι , οὗτοι μὲν κατὰ τὰ εἵλοντο ἐτράποντο , Δαρεῖον δὲ συνήνεικε πρῆγμα τοιόνδε ἰδόμενον ἐπιθυμῆσαι ἐντείλασθαι Μεγαβάζῳ Παίονας ἑλόντα ἀνασπάστους ποιῆσαι ἐς τὴν Ἀσίην ἐκ τῆς Εὐρώπης . ἦν Πίγρης καὶ Μαντύης ἄνδρες Παίονες , οἳ ἐπείτε Δαρεῖος διέβη ἐς τὴν Ἀσίην , αὐτοὶ ἐθέλοντες Παιόνων τυραννεύειν ἀπικνέονται ἐς Σάρδις , ἅμα ἀγόμενοι ἀδελφεὴν μεγάλην τε καὶ εὐειδέα . φυλάξαντες δὲ Δαρεῖον προκατιζόμενον ἐς τὸ προάστειον τὸ τῶν Λυδῶν ἐποίησαν τοιόνδε · σκευάσαντες τὴν ἀδελφεὴν ὡς εἶχον ἄριστα , ἐπ’ ὕδωρ ἔπεμπον ἄγγος ἐπὶ τῇ κεφαλῇ ἔχουσαν καὶ ἐκ τοῦ βραχίονος ἵππον ἐπέλκουσαν καὶ κλώθουσαν λίνον . ὡς δὲ παρεξήιε γυνή , ἐπιμελὲς τῷ Δαρείῳ ἐγένετο · οὔτε γὰρ Περσικὰ ἦν οὔτε Λύδια τὰ ποιεύμενα ἐκ τῆς γυναικός , οὔτε πρὸς τῶν ἐκ τῆς Ἀσίης οὐδαμῶν . ἐπιμελὲς δὲ ὥς οἱ ἐγένετο , τῶν δορυφόρων τινὰς πέμπει κελεύων φυλάξαι τι χρήσεται τῷ ἵππῳ γυνή . οἳ μὲν δὴ ὄπισθε εἵποντο · δὲ ἐπείτε ἀπίκετο ἐπὶ τὸν ποταμόν , ἦρσε τὸν ἵππον , ἄρσασα δὲ καὶ τὸ ἄγγος τοῦ ὕδατος ἐμπλησαμένη τὴν αὐτὴν ὁδὸν παρεξήιε , φέρουσα τὸ ὕδωρ ἐπὶ τῆς κεφαλῆς καὶ ἐπέλκουσα ἐκ τοῦ βραχίονος τὸν ἵππον καὶ στρέφουσα τὸν ἄτρακτον .