5.15 οἱ μὲν δὴ Παίονες ἦσαν ἕτοιμοι τὸν Μεγαβάζου στρατὸν ἐπιόντα ἐρύκειν · οἱ δὲ Πέρσαι πυθόμενοι συναλίσθαι τοὺς Παίονας καὶ τὴν πρὸς θαλάσσης ἐσβολὴν φυλάσσοντας , ἔχοντες ἡγεμόνας τὴν ἄνω ὁδὸν τρέπονται , λαθόντες δὲ τοὺς Παίονας ἐσπίπτουσι ἐς τὰς πόλιας αὐτῶν ἐούσας ἀνδρῶν ἐρήμους · οἷα δὲ κεινῇσι ἐπιπεσόντες εὐπετέως κατέσχον . οἱ δὲ Παίονες ὡς ἐπύθοντο ἐχομένας τὰς πόλιας , αὐτίκα διασκεδασθέντες κατ’ ἑωυτοὺς ἕκαστοι ἐτράποντο καὶ παρεδίδοσαν σφέας αὐτοὺς τοῖσι Πέρσῃσι . οὕτω δὴ Παιόνων Σιριοπαίονές τε καὶ Παιόπλαι καὶ οἱ μέχρι τῆς Πρασιάδος λίμνης ἐξ ἠθέων ἐξαναστάντες ἤγοντο ἐς τὴν Ἀσίην .
5.16 οἱ δὲ περί τε Πάγγαιον ὄρος καὶ Δόβηρας καὶ Ἀγριᾶνας καὶ Ὀδομάντους καὶ αὐτὴν τὴν λίμνην τὴν Πρασιάδα οὐκ ἐχειρώθησαν ἀρχὴν ὑπὸ Μεγαβάζου · ἐπειρήθη δὲ καὶ τοὺς ἐν τῇ λίμνῃ κατοικημένους ἐξαιρέειν ὧδε . ἴκρια ἐπὶ σταυρῶν ὑψηλῶν ἐζευγμένα ἐν μέσῃ ἕστηκε τῇ λίμνῃ , ἔσοδον ἐκ τῆς ἠπείρου στεινὴν ἔχοντα μιῇ γεφύρῃ . τοὺς δὲ σταυροὺς τοὺς ὑπεστεῶτας τοῖσι ἰκρίοισι τὸ μέν κου ἀρχαῖον ἔστησαν κοινῇ πάντες οἱ πολιῆται , μετὰ δὲ νόμῳ χρεώμενοι ἱστᾶσι τοιῷδε · κομίζοντες ἐξ ὄρεος τῷ οὔνομα ἐστὶ Ὄρβηλος , κατὰ γυναῖκα ἑκάστην γαμέων τρεῖς σταυροὺς ὑπίστησι · ἄγεται δὲ ἕκαστος συχνὰς γυναῖκας . οἰκέουσι δὲ τοιοῦτον τρόπον , κρατέων ἕκαστος ἐπὶ τῶν ἰκρίων καλύβης τε ἐν τῇ διαιτᾶται καὶ θύρης καταπακτῆς διὰ τῶν ἰκρίων κάτω φερούσης ἐς τὴν λίμνην . τὰ δὲ νήπια παιδία δέουσι τοῦ ποδὸς σπάρτῳ , μὴ κατακυλισθῇ δειμαίνοντες .