5.9 τοὺς δὲ ἵππους αὐτῶν εἶναι λασίους ἅπαν τὸ σῶμα ἐπὶ πέντε δακτύλους τὸ βάθος τῶν τριχῶν , μικροὺς δὲ καὶ σιμοὺς καὶ ἀδυνάτους ἄνδρας φέρειν , ζευγνυμένους δὲ ὑπ’ ἅρματα εἶναι ὀξυτάτους · ἁρματηλατέειν δὲ πρὸς ταῦτα τοὺς ἐπιχωρίους . κατήκειν δὲ τούτων τοὺς οὔρους ἀγχοῦ Ἐνετῶν τῶν ἐν τῷ Ἀδρίῃ . εἶναι δὲ Μήδων σφέας ἀποίκους λέγουσι . ὅκως δὲ οὗτοι Μήδων ἄποικοι γεγόνασι , ἐγὼ μὲν οὐκ ἔχω ἐπιφράσασθαι , γένοιτο δ’ ἂν πᾶν ἐν τῷ μακρῷ χρόνῳ . Σιγύννας δ’ ὦν καλέουσι Δίγυες οἱ ἄνω ὑπὲρ Μασσαλίης οἰκέοντες τοὺς καπήλους , Κύπριοι δὲ τὰ δόρατα .
5.10 ὡς δὲ Θρήικες λέγουσι , μέλισσαι κατέχουσι τὰ πέρην τοῦ Ἴστρου , καὶ ὑπὸ τουτέων οὐκ εἶναι διελθεῖν τὸ προσωτέρω . ἐμοὶ μέν νυν ταῦτα λέγοντες δοκέουσι λέγειν οὐκ οἰκότα · τὰ γὰρ ζῷα ταῦτα φαίνεται εἶναι δύσριγα · ἀλλά μοι τὰ ὑπὸ τὴν ἄρκτον ἀοίκητα δοκέει εἶναι διὰ τὰ ψύχεα . ταῦτα μέν νυν τῆς χώρης ταύτης πέρι λέγεται · τὰ παραθαλάσσια δ’ ὦν αὐτῆς Μεγάβαζος Περσέων κατήκοα ἐποίεε .
5.11 Δαρεῖος δὲ ὡς διαβὰς τάχιστα τὸν Ἑλλήσποντον ἀπίκετο ἐς Σάρδις , ἐμνήσθη τῆς ἐξ Ἱστιαίου τε τοῦ Μιλησίου εὐεργεσίης καὶ τῆς παραινέσιος τοῦ Μυτιληναίου Κώεω , μεταπεμψάμενος δὲ σφέας ἐς Σάρδις ἐδίδου αὐτοῖσι αἵρεσιν .