5.6 τῶν δὲ δὴ ἄλλων Θρηίκων ἐστὶ ὅδε νόμος · πωλεῦσι τὰ τέκνα ἐπ’ ἐξαγωγῇ , τὰς δὲ παρθένους οὐ φυλάσσουσι , ἀλλ’ ἐῶσι τοῖσι αὐταὶ βούλονται ἀνδράσι μίσγεσθαι · τὰς δὲ γυναῖκας ἰσχυρῶς φυλάσσουσι καὶ ὠνέονται τὰς γυναῖκας παρὰ τῶν γονέων χρημάτων μεγάλων . καὶ τὸ μὲν ἐστίχθαι εὐγενὲς κέκριται , τὸ δὲ ἄστικτον ἀγεννές . ἀργὸν εἶναι κάλλιστον , γῆς δὲ ἐργάτην ἀτιμότατον · τὸ ζῆν ἀπὸ πολέμου καὶ ληιστύος κάλλιστον .
5.7 οὗτοι μὲν σφέων οἱ ἐπιφανέστατοι νόμοι εἰσί , θεοὺς δὲ σέβονται μούνους τούσδε , Ἄρεα καὶ Διόνυσον καὶ Ἄρτεμιν . οἱ δὲ βασιλέες αὐτῶν , πάρεξ τῶν ἄλλων πολιητέων , σέβονται Ἑρμέην μάλιστα θεῶν , καὶ ὀμνύουσι μοῦνον τοῦτον , καὶ λέγουσι γεγονέναι ἀπὸ Ἑρμέω ἑωυτούς .
5.8 ταφαὶ δὲ τοῖσι εὐδαίμοσι αὐτῶν εἰσὶ αἵδε · τρεῖς μὲν ἡμέρας προτιθεῖσι τὸν νεκρόν , καὶ παντοῖα σφάξαντες ἱρήια εὐωχέονται , προκλαύσαντες πρῶτον · ἔπειτα δὲ θάπτουσι κατακαύσαντες ἄλλως γῇ κρύψαντες , χῶμα δὲ χέαντες ἀγῶνα τιθεῖσι παντοῖον , ἐν τῷ τὰ μέγιστα ἄεθλα τίθεται κατὰ λόγον μουνομαχίης . ταφαὶ μὲν δὴ Θρηίκων εἰσὶ αἵδε .
5.9 τὸ δὲ πρὸς βορέω τῆς χώρης ἔτι ταύτης οὐδεὶς ἔχει φράσαι τὸ ἀτρεκὲς οἵτινες εἰσὶ ἄνθρωποι οἰκέοντες αὐτήν , ἀλλὰ τὰ πέρην ἤδη τοῦ Ἴστρου ἔρημος χώρη φαίνεται ἐοῦσα καὶ ἄπειρος . μούνους δὲ δύναμαι πυθέσθαι οἰκέοντας πέρην τοῦ Ἴστρου ἀνθρώπους τοῖσι οὔνομα εἶναι Σιγύννας , ἐσθῆτι δὲ χρεωμένους Μηδικῇ ·