5.3 Θρηίκων δὲ ἔθνος μέγιστον ἐστὶ μετά γε Ἰνδοὺς πάντων ἀνθρώπων · εἰ δὲ ὑπ’ ἑνὸς ἄρχοιτο φρονέοι κατὰ τὠυτό , ἄμαχόν τ’ ἂν εἴη καὶ πολλῷ κράτιστον πάντων ἐθνέων κατὰ γνώμην τὴν ἐμήν . ἀλλὰ γὰρ τοῦτο ἄπορόν σφι καὶ ἀμήχανον μή κοτε ἐγγένηται , εἰσὶ δὴ κατὰ τοῦτο ἀσθενέες . οὐνόματα δ’ ἔχουσι πολλὰ κατὰ χώρας ἕκαστοι , νόμοισι δὲ οὗτοι παραπλησίοισι πάντες χρέωνται κατὰ πάντα , πλὴν Γετέων καὶ Τραυσῶν καὶ τῶν κατύπερθε Κρηστωναίων οἰκεόντων .
5.4 τούτων δὲ τὰ μὲν Γέται οἱ ἀθανατίζοντες ποιεῦσι , εἴρηταί μοι · Τραυσοὶ δὲ τὰ μὲν ἄλλα πάντα κατὰ ταὐτὰ τοῖσι ἄλλοισι Θρήιξι ἐπιτελέουσι , κατὰ δὲ τὸν γινόμενόν σφι καὶ ἀπογινόμενον ποιεῦσι τοιάδε · τὸν μὲν γενόμενον περιιζόμενοι οἱ προσήκοντες ὀλοφύρονται , ὅσα μιν δεῖ ἐπείτε ἐγένετο ἀναπλῆσαι κακά , ἀνηγεόμενοι τὰ ἀνθρωπήια πάντα πάθεα · τὸν δ’ ἀπογενόμενον παίζοντές τε καὶ ἡδόμενοι γῇ κρύπτουσι , ἐπιλέγοντες ὅσων κακῶν ἐξαπαλλαχθεὶς ἐστὶ ἐν πάσῃ εὐδαιμονίῃ .
5.5 οἱ δὲ κατύπερθε Κρηστωναίων ποιεῦσι τοιάδε . ἔχει γυναῖκας ἕκαστος πολλά , · ἐπεὰν ὦν τις αὐτῶν ἀποθάνῃ , κρίσις γίνεται μεγάλη τῶν γυναικῶν καὶ φίλων σπουδαὶ ἰσχυραὶ περὶ τοῦδε , ἥτις αὐτέων ἐφιλέετο μάλιστα ὑπὸ τοῦ ἀνδρός · δ’ ἂν κριθῇ καὶ τιμηθῇ , ἐγκωμιασθεῖσα ὑπό τε ἀνδρῶν καὶ γυναικῶν σφάζεται ἐς τὸν τάφον ὑπὸ τοῦ οἰκηιοτάτου ἑωυτῆς , σφαχθεῖσα δὲ συνθάπτεται τῷ ἀνδρί . αἱ δὲ ἄλλαι συμφορὴν μεγάλην ποιεῦνται · ὄνειδος γάρ σφι τοῦτο μέγιστον γίνεται .