5.1 οἱ δὲ ἐν τῇ Εὐρώπῃ τῶν Περσέων καταλειφθέντες ὑπὸ Δαρείου , τῶν Μεγάβαζος ἦρχε , πρώτους μὲν Περινθίους Ἑλλησποντίων οὐ βουλομένους ὑπηκόους εἶναι Δαρείου κατεστρέψαντο , περιεφθέντας πρότερον καὶ ὑπὸ Παιόνων τρηχέως . οἱ γὰρ ὦν ἀπὸ Στρυμόνος Παίονες χρήσαντος τοῦ θεοῦ στρατεύεσθαι ἐπὶ Περινθίους , καὶ ἢν μὲν ἀντικατιζόμενοι ἐπικαλέσωνται σφέας οἱ Περίνθιοι ὀνομαστὶ βώσαντες , τοὺς δὲ ἐπιχειρέειν , ἢν δὲ μὴ ἐπιβώσωνται , μὴ ἐπιχειρέειν , ἐποίεον οἱ Παίονες ταῦτα . ἀντικατιζομένων δὲ τῶν Περινθίων ἐν τῷ προαστείῳ , ἐνθαῦτα μουνομαχίη τριφασίη ἐκ προκλήσιός σφι ἐγένετο · καὶ γὰρ ἄνδρα ἀνδρὶ καὶ ἵππον ἵππῳ συνέβαλον καὶ κύνα κυνί . νικώντων δὲ τὰ δύο τῶν Περινθίων , ὡς ἐπαιώνιζον κεχαρηκότες , συνεβάλοντο οἱ Παίονες τὸ χρηστήριον αὐτὸ τοῦτο εἶναι καὶ εἶπάν κου παρὰ σφίσι αὐτοῖσι ʹ νῦν ἂν εἴη χρησμὸς ἐπιτελεόμενος ἡμῖν , νῦν ἡμέτερον ἔργον . ʹ οὕτω τοῖσι Περινθίοισι παιωνίσασι ἐπιχειρέουσι οἱ Παίονες , καὶ πολλόν τε ἐκράτησαν καὶ ἔλιπον σφέων ὀλίγους .
5.2 τὰ μὲν δὴ ἀπὸ Παιόνων πρότερον γενόμενα ὧδε ἐγένετο · τότε δὲ ἀνδρῶν ἀγαθῶν περὶ τῆς ἐλευθερίης γινομένων τῶν Περινθίων οἱ Πέρσαι τε καὶ Μεγάβαζος ἐπεκράτησαν πλήθεϊ . ὡς δὲ ἐχειρώθη Πέρινθος , ἤλαυνε Μεγάβαζος τὸν στρατὸν διὰ τῆς Θρηίκης , πᾶσαν πόλιν καὶ πᾶν ἔθνος τῶν ταύτῃ οἰκημένων ἡμερούμενος βασιλέι . ταῦτα γάρ οἱ ἐνετέταλτο ἐκ Δαρείου , Θρηίκην καταστρέφεσθαι .