4.199 ἔχει δὲ καὶ Κυρηναίη χώρη , ἐοῦσα ὑψηλοτάτη ταύτης τῆς Λιβύης τὴν οἱ νομάδες νέμονται , τρεῖς ὥρας ἐν ἑωυτῇ ἀξίας θώματος . πρῶτα μὲν γὰρ τὰ παραθαλάσσια τῶν καρπῶν ὀργᾷ ἀμᾶσθαι τε καὶ τρυγᾶσθαι · τούτων τε δὴ συγκεκομισμένων τὰ ὑπὲρ τῶν θαλασσιδίων χώρων τὰ μέσα ὀργᾷ συγκομίζεσθαι , τὰ βουνοὺς καλέουσι · συγκεκόμισται τε οὗτος μέσος καρπὸς καὶ ἐν τῇ κατυπερτάτῃ τῆς γῆς πεπαίνεταί τε καὶ ὀργᾷ , ὥστε ἐκπέποται τε καὶ καταβέβρωται πρῶτος καρπὸς καὶ τελευταῖος συμπαραγίνεται . οὕτω ἐπ’ ὀκτὼ μῆνας Κυρηναίους ὀπώρη ἐπέχει . ταῦτα μέν νυν ἐπὶ τοσοῦτον εἰρήσθω .
4.200 οἱ δὲ Φερετίμης τιμωροὶ Πέρσαι ἐπείτε ἐκ τῆς Αἰγύπτου σταλέντες ὑπὸ Ἀρυάνδεω ἀπίκατο ἐς τὴν Βάρκην , ἐπολιόρκεον τὴν πόλιν ἐπαγγελλόμενοι ἐκδιδόναι τοὺς αἰτίους τοῦ φόνου τοῦ Ἀρκεσίλεω · τῶν δὲ πᾶν γὰρ ἦν τὸ πλῆθος μεταίτιον , οὐκ ἐδέκοντο τοὺς λόγους . ἐνθαῦτα δὴ ἐπολιόρκεον τὴν Βάρκην ἐπὶ μῆνας ἐννέα , ὀρύσσοντες τε ὀρύγματα ὑπόγαια φέροντα ἐς τὸ τεῖχος καὶ προσβολὰς καρτερὰς ποιεύμενοι . τὰ μέν νυν ὀρύγματα ἀνὴρ χαλκεὺς ἀνεῦρε ἐπιχάλκω ἀσπίδι , ὧδε ἐπιφρασθείς · περιφέρων αὐτὴν ἐντὸς τοῦ τείχεος προσῖσχε πρὸς τὸ δάπεδον τῆς πόλιος . τὰ μὲν δὴ ἄλλα ἔσκε κωφὰ πρὸς τὰ προσῖσχε , κατὰ δὲ τὰ ὀρυσσόμενα ἠχέεσκε χαλκὸς τῆς ἀσπίδος . ἀντορύσσοντες δ’ ἂν ταύτῃ οἱ Βαρκαῖοι ἔκτεινον τῶν Περσέων τοὺς γεωρυχέοντας . τοῦτο μὲν δὴ οὕτω ἐξευρέθη , τὰς δὲ προσβολὰς ἀπεκρούοντο οἱ Βαρκαῖοι .