4.201 χρόνον δὲ δὴ πολλὸν τριβομένων καὶ πιπτόντων ἀμφοτέρων πολλῶν καὶ οὐκ ἧσσον τῶν Περσέων , Ἄμασις στρατηγὸς τοῦ πεζοῦ μηχανᾶται τοιάδε . μαθὼν τοὺς Βορκαίους ὡς κατὰ μὲν τὸ ἰσχυρὸν οὐκ αἱρετοὶ εἶεν , δόλῳ δὲ αἱρετοί , ποιέει τοιάδε · νυκτὸς τάφρην ὀρύξας εὐρέαν ἐπέτεινε ξύλα ἀσθενέα ὑπὲρ αὐτῆς , κατύπερθε δὲ ἐπιπολῆς τῶν ξύλων χοῦν γῆς ἐπεφόρησε ποιέων τῇ ἄλλῃ γῇ ἰσόπεδον . ἅμα ἡμέρῃ δὲ ἐς λόγους προεκαλέετο τοὺς Βαρκαίους · οἳ δὲ ἀσπαστῶς ὑπήκουσαν , ἐς σφι ἕαδε ὁμολογίῃ χρήσασθαι . τὴν δὲ ὁμολογίην ἐποιεῦντο τοιήνδε τινά , ἐπὶ τῆς κρυπτῆς τάφρου τάμνοντες ὅρκια , ἔστ’ ἂν γῆ αὕτη οὕτω ἔχῃ , μένειν τὸ ὅρκιον κατὰ χώρην , καὶ Βαρκαίους τε ὑποτελέειν φάναι ἀξίην βασιλέι καὶ Πέρσας μηδὲν ἄλλο νεοχμοῦν κατὰ Βαρκαίους . μετὰ δὲ τὸ ὅρκιον Βαρκαῖοι μὲν πιστεύσαντες τούτοισι αὐτοί τε ἐξῄσαν ἐκ τοῦ ἄστεος καὶ τῶν πολεμίων ἔων παριέναι ἐς τὸ τεῖχος τὸν βουλόμενον , τὰς πάσας πύλας ἀνοίξαντες . οἱ δὲ Πέρσαι καταρρήξαντες τὴν κρυπτὴν γέφυραν ἔθεον ἔσω ἐς τὸ τεῖχος . κατέρρηξαν δὲ τοῦδε εἵνεκα τὴν ἐποίησαν γέφυραν , ἵνα ἐμπεδορκέοιεν , ταμόντες τοῖσι Βαρκαίοισι χρόνον μένειν αἰεὶ τὸ ὅρκιον ὅσον ἂν γῆ μένῃ κατὰ τότε εἶχε · καταρρήξασι δὲ οὐκέτι ἔμενε τὸ ὅρκιον κατὰ χώρην .
4.202 τοὺς μέν νυν αἰτιωτάτους τῶν Βαρκαίων Φερετίμη , ἐπείτε οἱ ἐκ τῶν Περσέων παρεδόθησαν , ἀνεσκολόπισε κύκλῳ τοῦ τείχεος , τῶν δέ σφι γυναικῶν τοὺς μαζοὺς ἀποταμοῦσα περιέστιξε καὶ τούτοισι τὸ τεῖχος ·