4.196 οὔτε γὰρ αὐτοὺς τοῦ χρυσοῦ ἅπτεσθαι πρὶν ἄν σφι ἀπισωθῇ τῇ ἀξίῃ τῶν φορτίων , οὔτ’ ἐκείνους τῶν φορτίων ἅπτεσθαι πρότερον αὐτοὶ τὸ χρυσίον λάβωσι .
4.197 οὗτοι μὲν εἶσὶ τοὺς ἡμεῖς ἔχομεν Λιβύων ὀνομάσαι , καὶ τούτων οἱ πολλοὶ βασιλέος τοῦ Μήδων οὔτε τι νῦν οὔτε τότε ἐφρόρτιζον οὐδέν . τοσόνδε δὲ ἔτι ἔχω εἰπεῖν περὶ τῆς χώρης ταύτης , ὅτι τέσσερα ἔθνεα νέμεται αὐτὴν καὶ οὐ πλέω τούτων , ὅσον ἡμεῖς ἴδμεν , καὶ τὰ μὲν δύο αὐτόχθονα τῶν ἐθνέων τὰ δὲ δύο οὔ , Λίβυες μὲν καὶ Αἰθίοπες αὐτόχθονες , οἳ μὲν τὰ πρὸς βορέω οἳ δὲ τὰ πρὸς νότου τῆς Λιβύης οἰκέοντες , Φοίνικες δὲ καὶ Ἕλληνες ἐπήλυδες .
4.198 δοκέει δέ μοι οὐδ’ ἀρετὴν εἶναι τις Λιβύη σπουδαίη ὥστε Ἀσίῃ Εὐρώπῃ παραβληθῆναι , πλὴν Κίνυπος μούνης · τὸ γὰρ δὴ αὐτὸ οὔνομα γῆ τῷ ποταμῷ ἔχει . αὕτη δὲ ὁμοίη τῇ ἀρίστῃ γέων Δήμητρος καρπὸν ἐκφέρειν οὐδὲ ἔοικε οὐδὲν τῇ ἄλλῃ Λιβύῃ . μελάγγαιός τε γὰρ ἐστὶ καὶ ἔπυδρος πίδαξι , καὶ οὔτε αὐχμοῦ φροντίζουσα οὐδὲν οὔτε ὄμβρον πλέω πιοῦσα δεδήληται . ὕεται γὰρ δὴ ταῦτα τῆς Λιβύης . τῶν δὲ ἐκφορίων τοῦ καρποῦ ταὐτὰ μέτρα τῇ Βαβυλωνίῃ γῇ κατίσταται . ἀγαθὴ δὲ γῆ καὶ τὴν Εὐεσπερῖται νέμονται · ἐπ’ ἑκατοστὰ γάρ , ἐπεὰν αὐτὴ ἑωυτῆς ἄριστα ἐνείκῃ , ἐκφέρει , δὲ ἐν τῆ Κίνυπι ἐπὶ τριηκόσια .