4.195 εἰσὶ μὲν καὶ πλεῦνες αἱ λίμναι αὐτόθι , δ’ ὦν μεγίστη αὐτέων ἑβδομήκοντα ποδῶν πάντῃ , βάθος δὲ διόργυιος ἐστί · ἐς ταύτην κοντὸν κατιεῖσι ἐπ’ ἄκρῳ μυρσίνην προσδήσαντες καὶ ἔπειτα ἀναφέρουσι τῇ μυρσίνῃ πίσσαν , ὀδμὴν μὲν ἔχουσαν ἀσφάλτου , τὰ δ’ ἄλλα τῆς Πιερικῆς πίσσης ἀμείνω . ἐσχέουσι δὲ ἐς λάκκον ὀρωρυγμένον ἀγχοῦ τῆς λίμνης . ἐπεὰν δὲ ἀθροίσωσι συχνήν , οὕτω ἐς τοὺς ἀμφορέας ἐκ τοῦ λάκκου καταχέουσι . τι δ’ ἂν ἐσπέσῃ ἐς τὴν λίμνην , ὑπὸ γῆν ἰὸν ἀναφαίνεται ἐν τῇ θαλάσσῃ · δὲ ἀπέχει ὡς τέσσερα στάδια ἀπὸ τῆς λίμνης . οὕτω ὦν καὶ τὰ ἀπὸ τῆς νήσου τῆς ἐπὶ Λιβύῃ κειμένης οἰκότα ἐστὶ ἀληθείῃ .
4.196 λέγουσι δὲ καὶ τάδε Καρχηδόνιοι . εἶναι τῆς Λιβύης χῶρόν τε καὶ ἀνθρώπους ἔξω Πρακλέων στηλέων κατοικημένους · ἐς τοὺς ἐπεὰν ἀπίκωνται καὶ ἐξέλωνται τὰ φορτία , θέντες αὐτὰ ἐπεξῆς παρὰ τὴν κυματωγήν , ἐσβάντες ἐς τὰ πλοῖα τύφειν καπνόν . τοὺς δ’ ἐπιχωρίους ἰδομένους τὸν καπνὸν ἰέναι ἐπὶ τὴν θάλασσαν καὶ ἔπειτα ἀντὶ τῶν φορτίων χρυσὸν τιθέναι καὶ ἐξαναχωρέειν πρόσω ἀπὸ τῶν φορτίων . τοὺς δὲ Καρχηδονίους ἐκβάντας σκέπτεσθαι , καὶ ἢν μὲν φαίνηταί σφι ἄξιος χρυσὸς τῶν φορτίων , ἀνελόμενοι ἀπαλλάσσονται , ἢν δὲ μὴ ἄξιος , ἐσβάντες ὀπίσω ἐς τὰ πλοῖα κατέαται · οἱ δὲ προσελθόντες ἄλλον πρὸς ὦν ἔθηκαν χρυσόν , ἐς οὗ ἂν πείθωσι . ἀδικέειν δὲ οὐδετέρους .