4.192 μυῶν δὲ γένεα τριξὰ αὐτόθι ἔστι · οἳ μὲν δίποδες καλέονται , οἳ δὲ ζεγέριες ʹτὸ δὲ οὔνομα τοῦτο ἐστὶ μὲν Λιβυστικόν , δύναται δὲ κατ’ Ἑλλάδα γλῶσσαν βουνοἴ , οἳ δὲ ἐχινέες . εἰσὶ δὲ καὶ γαλαῖ ἐν τῷ σιλφίῳ γινόμεναι τῇσι Ταρτησσίῃσι ὁμοιόταται . τοσαῦτα μέν νυν θηρία τῶν νομάδων Λιβύων γῆ ἔχει , ὅσον ἡμεῖς ἱστορέοντες ἐπὶ μακρότατον οἷοί τε ἐγενόμεθα ἐξικέσθαι .
4.193 Μαξύων δὲ Λιβύων Ζαύηκες ἔχονται , τοῖσι αἱ γυναῖκες ἡνιοχεῦσι τὰ ἅρματα ἐς τὸν πόλεμον .
4.194 τούτων δὲ Γύζαντες ἔχονται , ἐν τοῖσι μέλι πολλὸν μὲν μέλισσαι κατεργάζονται , πολλῷ δ’ ἔτι πλέον λέγεται δημιοεργοὺς ἄνδρας ποιέειν . μιλτοῦνται δ’ ὦν πάντες οὗτοι καὶ πιθηκοφαγέουσι . οἳ δὲ σφι ἄφθονοι ὅσοι ἐν τοῖσι ὄρεσι γίνονται .
4.195 κατὰ τούτους δὲ λέγουσι Καρχηδόνιοι κεῖσθαι νῆσον τῇ οὔνομα εἶναι Κύραυιν , μῆκος μὲν διηκοσίων σταδίων , πλάτος δὲ στεινήν , διαβατὸν ἐκ τῆς ἠπείρου , ἐλαιέων τε μεστὴν καὶ ἀμπέλων . λίμνην δὲ ἐν αὐτῇ εἶναι , ἐκ τῆς αἱ παρθένοι τῶν ἐπιχωρίων πτεροῖσι ὀρνίθων κεχριμένοισι πίσσῃ ἐκ τῆς ἰλύος ψῆγμα ἀναφέρουσι χρυσοῦ . ταῦτα εἰ μὲν ἔστι ἀληθέως οὐκ οἶδα , τὰ δὲ λέγεται γράφω · εἴη δ’ ἂν πᾶν , ὅκου καὶ ἐν Ζακύνθῳ ἐκ λίμνης καὶ ὕδατος πίσσαν ἀναφερομένην αὐτὸς ἐγὼ ὥρων .