4.191 καὶ γὰρ οἱ ὄφιες οἱ ὑπερμεγάθεες καὶ οἱ λέοντες κατὰ τούτους εἰσὶ καὶ οἱ ἐλέφαντές τε καὶ ἄρκτοι καὶ ἀσπίδες τε καὶ ὄνοι οἱ τὰ κέρεα ἔχοντες καὶ οἱ κυνοκέφαλοι καὶ οἱ ἀκέφαλοι οἱ ἐν τοῖσι στήθεσι τοὺς ὀφθαλμοὺς ἔχοντες , ὡς δὴ λέγονταί γε ὑπὸ Λιβύων , καὶ οἱ ἄγριοι ἄνδρες καὶ γυναῖκες ἄγριαι , καὶ ἄλλα πλήθεϊ πολλὰ θηρία ἀκατάψευστα .
4.192 κατὰ τοὺς νομάδας δὲ ἐστὶ τούτων οὐδέν , ἀλλ’ ἄλλα τοιάδε , πύγαργοι καὶ ζορκάδες καὶ βουβάλιες καὶ ὄνοι , οὐκ οἱ τὰ κέρεα ἔχοντες ἀλλ’ ἄλλοι ἄποτοι ʹοὐ γὰρ δὴ πίνουσἰ , καὶ ὄρυες , τῶν τὰ κέρεα τοῖσι φοίνιξι οἱ πήχεες ποιεῦνται ʹμέγαθος δὲ τὸ θηρίον τοῦτο κατὰ βοῦν ἐστἰ , καὶ βασσάρια καὶ ὕαιναι καὶ ὕστριχες καὶ κριοὶ ἄγριοι καὶ δίκτυες καὶ θῶες καὶ πάνθηρες καὶ βόρυες , καὶ κροκόδειλοι ὅσον τε τριπήχεες χερσαῖοι , τῇσι σαύρῃσι ἐμφερέστατοι , καὶ στρουθοὶ κατάγαιοι , καὶ ὄφιες μικροί , κέρας ἓν ἕκαστος ἔχοντες · ταῦτά τε δὴ αὐτόθι ἐστὶ θηρία καὶ τά περ τῇ ἄλλη , πλὴν ἐλάφου τε καὶ ὑὸς ἀγρίου · ἔλαφος δὲ καὶ ὗς ἄγριος ἐν Λιβύῃ πάμπαν οὐκ ἔστι .