4.189 καὶ δὴ καὶ τὸ οὔνομα κατηγορέει ὅτι ἐκ Λιβύης ἥκει στολὴ τῶν Παλλαδίων · αἰγέας γὰρ περιβάλλονται ψιλὰς περὶ τὴν ἐσθῆτα θυσανωτὰς αἱ Λίβυσσαι κεχριμένας ἐρευθεδάνῳ , ἐκ δὲ τῶν αἰγέων τουτέων αἰγίδας οἱ Ἕλληνες μετωνόμασαν . δοκέει δ’ ἔμοιγε καὶ ὀλολυγὴ ἐν ἱροῖσι ἐνθαῦτα πρῶτον γενέσθαι · κάρτα γὰρ ταύτῃ χρέωνται καλῶς αἱ Λίβυσσαι . καὶ τέσσερας ἵππους συζευγνύναι παρὰ Λιβύων οἱ Ἕλληνες μεμαθήκασι .
4.190 θάπτουσι δὲ τοὺς ἀποθνήσκοντας οἱ νομάδες κατά περ οἱ Ἕλληνες , πλὴν Νασαμώνων · οὗτοι δε κατημένους θάπτουσι , φυλάσσοντες , ἐπεὰν ἀπιῇ τὴν ψυχήν , ὅκως μιν κατίσουσι μηδὲ ὕπτιος ἀποθανέεται . οἰκήματα δὲ σύμπηκτα ἐξ ἀνθερίκων ἐνειρμένων περὶ σχοίνους ἐστί , καὶ ταῦτα περιφορητά . νόμοισι μὲν τοιούτοισι οὗτοι χρέωνται .
4.191 τὸ δὲ πρὸς ἑσπέρης τοῦ Τρίτωνος ποταμοῦ Αὐσέων ἔχονται ἀροτῆρες ἤδη Λίβυες καὶ οἰκίας νομίζοντες ἐκτῆσθαι , τοῖσι οὔνομα κέεται Μάξυες . οἳ τὰ ἐπὶ δεξιὰ τῶν κεφαλέων κομόωσι , τὰ δ’ ἐπ’ ἀριστερὰ κείρουσι , τὸ δὲ σῶμα χρίονται μίλτῳ . φασὶ δὲ οὗτοι εἶναι τῶν ἐκ Τροίης ἀνδρῶν . δὲ χώρη αὕτη τε καὶ λοιπὴ τῆς Λιβύης πρὸς ἑσπέρην πολλῷ θηριωδεστέρη τε καὶ δασυτέρη ἐστὶ τῆς τῶν νομάδων χώρης . μὲν γὰρ δὴ πρὸς τὴν ἠῶ τῆς Λιβύης , τὴν οἱ νομάδες νέμουσι , ἐστὶ ταπεινή τε καὶ ψαμμώδης μέχρι τοῦ Τρίτωνος ποταμοῦ , δὲ ἀπὸ τούτου τὸ πρὸς ἑσπέρην τῶν ἀροτήρων ὀρεινή τε κάρτα καὶ δασέα καὶ θηριώδης ·