4.187 οἱ γὰρ δὴ τῶν Λιβύων νομάδες , εἰ μὲν πάντες , οὐκ ἔχω ἀτρεκέως τοῦτο εἰπεῖν , ποιεῦσι δὲ αὐτῶν συχνοὶ τοιάδε · τῶν παιδίων τῶν σφετέρων , ἐπεὰν τετραέτεα γένηται , οἴσπῃ προβάτων καίουσι τὰς ἐν τῇσι κορυφῇσι φλέβας , μετεξέτεροι δὲ αὐτῶν τὰς ἐν τοῖσι κροτάφοισι , τοῦδε εἵνεκα ὡς μή σφεας ἐς τὸν πάντα χρόνον καταρρέον φλέγμα ἐκ τῆς κεφαλῆς δηλέηται . καὶ διὰ τοῦτο σφέας λέγουσι εἶναι ὑγιηροτάτους · εἰσὶ γὰρ ὡς ἀληθέως οἱ Λίβυες ἀνθρώπων πάντων ὑγιηρότατοι τῶν ἡμεῖς ἴδμεν , εἰ μὲν διὰ τοῦτο , οὐκ ἔχω ἀτρεκέως εἰπεῖν , ὑγιηρότατοι δ’ ὦν εἰσί . ἢν δὲ καίουσι τὰ παιδία σπασμὸς ἐπιγένηται , ἐξεύρηταί σφι ἄκος · τράγου γὰρ οὖρον σπείσαντες ῥύονται σφέα . λέγω δὲ τὰ λέγουσι αὐτοὶ Λίβυες .
4.188 θυσίαι δὲ τοῖσι νομάσι εἰσὶ αἵδε . ἐπεὰν τοῦ ὠτὸς ἀπάρξωνται τοῦ κτήνεος , ῥιπτέουσι ὑπὲρ τὸν δόμον , τοῦτο δὲ ποιήσαντες ἀποστρέφουσι τὸν αὐχένα αὐτοῦ · θύουσι δὲ ἡλίῳ καὶ σελήνῃ μούνοισι . τούτοισι μέν νυν πάντες Λίβυες θύουσι , ἀτὰρ οἱ περὶ τὴν Τριτωνίδα λίμνην νέμοντες τῇ Ἀθηναίῃ μάλιστα , μετὰ δὲ τῷ ; Τρίτωνι καὶ τῷ Ποσειδέωνι .
4.189 τὴν δὲ ἄρα ἐσθῆτα καὶ τὰς αἰγίδας τῶν ἀγαλμάτων τῆς Ἀθηναίης ἐκ τῶν Λιβυσσέων ἐποιήσαντο οἱ Ἕλληνες · πλὴν γὰρ ὅτι σκυτίνη ἐσθὴς τῶν Λιβυσσέων ἐστὶ καὶ οἱ θύσανοι οἱ ἐκ τῶν αἰγίδων αὐτῇσι οὐκ ὄφιες εἰσὶ ἀλλὰ ἱμάντινοι , τά γε ἄλλα πάντα κατὰ τὠυτὸ ἔσταλται .